Archive for the Medieval Greek Literature Category

Μαρτύριον Περπέτουας και των συν αυτή

Posted in Medieval Greek Literature, Religious Literature on Δεκέμβριος 19, 2010 by Le grand écrivain

ΜΑΡΤΥΡΙΟΝ ΠΕΡΠΕΤΟΥΑΣ

Μαρτύριον τῆς ἁγίας Περπετούας καὶ τῶν σὺν αὐτῇ τελειωθέντων ἐν  Ἀφρικῇ· τῇ πρὸ τεσσάρων νονῶν Φευρουαρίων. Εὐλόγησον.

(P.) Ἐπὶ Οὐαλεριάνου καὶ Γαλιηνοῦ διωγμὸς ἐγένετο, ἐν ᾧ ἐμαρτύρησαν οἱ ἅγιοι Σάτυρος, Σατουρνῖλος, Ῥεουκάτος, Περπετούα, Φηλικητάτη, νόναις Φευρουαρίαις.

(1.) Εἰ τὰ παλαιὰ τῆς πίστεως δόγματα, καὶ δόξαν θεοῦ φανεροῦντα καὶ οἰκοδομὴν ἀνθρώποις ἀποτελοῦντα, διὰ τοῦτό ἐστιν γεγραμμένα, ἵνα τῇ ἀναγνώσει αὐτῶν ὡς παρουσίᾳ τῶν πραγμάτων χρώμεθα καὶ ὁ θεὸς δοξασθῇ, διατί μὴ καὶ τὰ καινὰ  παραδείγματα, ἅτε δὴ ἑκάτερα ἐργαζόμενα ὠφέλειαν, ὡσαύτως  γραφῇ παραδοθείη; ἢ γὰρ τὰ νῦν πραχθέντα οὐ τὴν αὐτὴν παρρησίαν ἔχει, ἐπεὶ δοκεῖ πως εἶναι τὰ ἀρχαῖα σεμνότερα; πλὴν καὶ ταῦτα ὕστερόν ποτε γενόμενα παλαιά, ὡσαύτως τοῖς μεθ’ ἡμᾶς γενήσεται καὶ ἀναγκαῖα καὶ τίμια. ἀλλ’ ὄψωνται οἵτινες μίαν δύναμιν ἑνὸς ἁγίου πνεύματος κατὰ τὰς ἡλικίας  κρίνουσι τῶν χρόνων· ὅτε δὴ δυνατώτερα ἔδει νοεῖσθαι τὰ καινότερα, ὡς ἔχοντα αὐξανομένης τῆς χάριτος τῆς εἰς τὰ τέλη τῶν καιρῶν ἐπηγγελμένης. Ἐν ἐσχάταις γὰρ ἡμέραις, λέγει ὁ κύριος, ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα, καὶ προφητεύσουσιν οἱ υἱοὶ ὑμῶν καὶ αἱ θυγατέρες ὑμῶν· καὶ οἱ νεανίσκοι ὑμῶν ὁράσεις ὄψονται, καὶ οἱ πρεσβῦται ὑμῶν ἐνυπνίοις ἐνυπνιασθήσονται. ἡμεῖς δὲ οἵτινες προφητείας καὶ ὁράσεις καινὰς δεχόμεθα καὶ ἐπιγινώσκομεν καὶ τιμῶμεν πάσας τὰς δυνάμεις τοῦ ἁγίου πνεύματος, ὡς χορηγεῖ τῇ ἁγίᾳ ἐκκλησίᾳ πρὸς ἣν καὶ ἐπέμφθη πάντα τὰ χαρίσματα ἐν πᾶσιν διοικοῦν,  ἑκάστῳ ὡς ἐμέρισεν ὁ θεός, ἀναγκαίως καὶ ἀναμιμνήσκομεν καὶ πρὸς οἰκοδομὴν εἰσάγομεν, μετὰ ἀγάπης ταῦτα ποιοῦντες εἰς δόξαν θεοῦ, καὶ ἵνα μή πως ᾖ ἀβέβαιός τις καὶ ὀλιγόπιστος, ἢ καὶ τοῖς παλαιοῖς μόνον τὴν χάριν καὶ τὴν δύναμιν δίδοσθαι νομίσῃ, εἴτε ἐν τοῖς τῶν μαρτύρων εἴτε ἐν τοῖς τῶν ἀποκαλύψεων ἀξιώμασιν· πάντοτε ἐργαζομένου τοῦ θεοῦ ἃ ἀπηγγείλατο εἰς μαρτύριον μὲν τῶν ἀπίστων εἰς ἀντίληψιν δὲ τῶν πιστῶν. καὶ ἡμεῖς ἃ ἠκούσαμεν καὶ ἑωράκαμεν καὶ ἐψηλαφήσαμεν εὐαγγελιζόμεθα ἡμῖν ἀδελφοὶ καὶ τέκνα· ἵνα καὶ οἱ συμπαρόντες ἀναμνησθῶσιν δόξης θεοῦ, καὶ οἱ νῦν δι’ ἀκοῆς γινώσκοντες  κοινωνίαν ἔχητε μετὰ τῶν ἁγίων μαρτύρων, καὶ δι’ αὐτῶν μετὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.

(2.) Ἐν πόλει Θουρβιτάνων τῇ μικροτέρᾳ συνελήφθησαν νεανίσκοι κατηχούμενοι, Ῥεουκάτος καὶ Φηλικητάτη σύνδουλοι, καὶ Σατουρνῖλος καὶ Σεκοῦνδος· μετ’ αὐτῶν δὲ καὶ Οὐιβία Περπετούα, ἥτις ἦν γεννηθεῖσα εὐγενῶς καὶ τραφεῖσα πολυτελῶς γαμηθεῖσά τε ἐξόχως. αὕτη εἶχεν πατέρα καὶ μητέρα καὶ δύο ἀδελφοὺς, ὧν ὁ ἕτερος ἦν ὡσαύτως κατηχούμενος· εἶχεν δὲ καὶ τέκνον, ὃ πρὸς τοῖς μασθοῖς ἔτι ἐθήλαζεν· ἦν δὲ αὕτη ἐτῶν εἴκοσι δύο· ἥτις πᾶσαν τὴν τάξιν τοῦ μαρτυρίου ἐντεῦθεν διηγήσατο, ὡς καὶ τῷ νοῒ αὐτῆς καὶ τῇ χειρὶ συγγράψασα κατέλιπεν οὕτως εἰποῦσα.

(3.) Ἔτι, φησίν, ἡμῶν παρατηρουμένων ἐπεχείρει ὁ πατήρ μοι λόγοις πείθειν με κατὰ τὴν ἑαυτοῦ εὐσπλαγχνίαν τῆς προκειμένης ὁμολογίας ἐκπεσεῖν· κἀγὼ πρὸς αὐτόν· Πάτερ, ἔφην, ὁρᾶς λόγου χάριν σκεῦος κείμενον ἢ ἄλλο τι τῶν τοιούτων; κἀκεῖνος ἀπεκρίθη· Ὁρῶ. κἀγώ· Ἄλλο ὀνομάζειν  αὐτὸ μὴ θέμις; οὐδὲ δύναμαι, εἰμὴ ὃ εἰμί, τουτέστι χριστιανή. τότε ὁ πατήρ μου ταραχθεὶς τῷδε τῷ λόγῳ ἐπελθὼν ἠθέλησεν τοὺς ὀφθαλμούς μου ἐξορύξαι· ἔπειτα μόνον κράξας, ἐξῆλθεν νικηθεὶς μετὰ τῶν τοῦ διαβόλου μηχανῶν. τότε ὀλίγας ἡμέρας ἀποδημήσαντος αὐτοῦ, ηὐχαρίστησα τῷ κυρίῳ, καὶ ἥσθην ἀπόντος αὐτοῦ· καὶ ἐν αὐταῖς ταῖς ἡμέραις ἐβαπτίσθημεν· καὶ ἐμὲ ὑπηγόρευσεν τὸ πνεῦμα τὸ ἅγιον μηδὲν ἄλλο αἰτήσασθαι ἀπὸ τοῦ ὕδατος τοῦ βαπτίσματος εἰ μὴ σαρκὸς ὑπομονήν. μετὰ δὲ ὀλίγας ἡμέρας ἐβλήθημεν εἰς φυλακὴν, καὶ ἐξενίσθην· οὐ γὰρ πώποτε τοιοῦτον ἑωράκειν σκότος· ὡς δεινὴν ἡμέραν καῦμά́ τε σφοδρόν· καὶ γὰρ ἀνθρώπων πλῆθος ἦν ἐκεῖ  ἄλλως τε καὶ στρατιωτῶν συκοφαντίαις πλείσταις· μεθ’ ἃ δὴ πάντα κατεπονούμην διὰ τὸ νήπιον τέκνον. τότε Τέρτιος καὶ Πομπόνιος, εὐλογημένοι διάκονοι οἳ διηκόνουν ἡμῖν, τιμὰς δόντες ἐποίησαν ἡμᾶς εἰς ἡμερώτερον τόπον τῆς φυλακῆς μεταχθῆναι. τότε ἀναπνοῆς ἐτύχομεν, καὶ δὴ ἕκαστοι προσαχθέντες ἐσχόλαζον ἑαυτοῖς· καὶ τὸ βρέφος ἠνέχθη πρός με, καὶ ἐπεδίδουν αὐτῷ γάλα, ἤδη αὐχμῷ μαρανθέν· τῇ μητρὶ προσελάλουν, τὸν  ἀδελφὸν προετρεπόμην, τὸ νήπιον παρετιθέμην· ἐτηκόμην δὲ ὅτι ἐθεώρουν αὐτοὺς δι’ ἐμὲ λυπουμένους· οὕτως περίλυπος πλείσταις  ἡμέραις οὖσα, ᾔτησα καὶ τὸ βρέφος ἐν τῇ φυλακῇ μετ’ ἐμοῦ μένειν· κἀκεῖνο ἀνέλαβεν καὶ ἐγὼ ἐκουφίσθην ἀπὸ ἀνίας καὶ πόνου, καὶ ἰδοὺ ἡ φυλακὴ ἐμοὶ γέγονεν πραιτώριον, ὡς μᾶλλόν με ἐκεῖ θέλειν εἶναι, καὶ οὐκ ἀλλαχοῦ.

Συνέχεια

Advertisements

Θεόδωρος Πρόδρομος, Μάθε παιδί μου γράμματα…

Posted in Medieval Greek Literature on Οκτώβριος 27, 2010 by Le grand écrivain

[…]Ἀπὸ μικροῦ μὲ ἔλεγεν ὁ γέρων ὁ πατήρ μου,

τέκνον μου, μάθε γράμματα, καὶ ὡσὰν ἐσέναν ἔχει,

βλέπεις τὸν δεῖνα, τέκνον μου, πεζὸς περιεπάτει,

καὶ τώρα ἒν διπλοεντέληνος καὶ παχυμουλαράτος.

Αὐτός, ὅταν ἐμάνθανεν, ὑπόδησιν οὐκ εἶχεν, (60)

καὶ τώρα, βλέπε τον, φορεῖ τὰ μακρομύτικά του.

Αὐτὸς μικρὸς οὐδὲν εἶδεν τὸ τοῦ λουτροῦ κατώφλιν,

καὶ τώρα λουτρακίζεται τρίτον τὴν ἑβδομάδαν·

ὁ κόλπος του ἐβουρβούρυζεν φθείρας ἀμυγδαλάτας,

καὶ τώρα τὰ νομίσματα γέμει τὰ μανοηλάτα· (65)

τσάντσαλον εἶχεν στούπινον, καβάδιν λερωμένον,

κ’ ἐφόρει το μονάλλαγος χειμῶνα καλοκαίριν,

καὶ τώρα, βλέπεις, γέγονε λαμπρὸς καὶ λουρικάτος,

παραγεμιστοτράχηλος, μεταξοσφικτουράτος.

Αὐτός, ὅταν ἐμάνθανε, ποτέ του οὐκ ἐκτενίσθην, (70)

καὶ τώρα ἒν καλοκτένιστος καὶ καμαροτριχάρης.

Καὶ πείσθητι γεροντικοῖς καὶ πατρικοῖς σου λόγοις

καὶ μάθε γράμματα καὶ σὺ καὶ ὡσὰν ἐσέναν ἔχει.

Ἂν γὰρ πεισθῇς ταῖς συμβουλαῖς καὶ τοῖς διδάγμασί μου,

σὺ μὲν μεγάλως τιμηθῇς, πολλὰ νὰ εὐτυχήσῃς, (75)

ἐμὲ δὲ τὸν πατέρα σου κὰν ἐν τῇ τελευτῇ μου,

νὰ θρέψῃς ὡς ταλαίπωρον καὶ νὰ γηροτροφήσῃς.

Ὡς δ’ ἤκουσα τοῦ γέροντος, δέσποτα, τοῦ πατρός μου,

τοῖς γὰρ γονεῦσι πείθεσθαι φησὶ τὸ θεῖον γράμμα,

ἔμαθα τὰ γραμματικὰ πλὴν μετὰ κόπου πόσου. (80)

Ἀφοῦ δὲ γέγονα κἀγὼ γραμματικὸς τεχνίτης,

ἐπιθυμῶ καὶ τὸ ψωμὶν καὶ τοῦ ψωμιοῦ τὴν μάνναν,

καὶ διὰ τὴν πείναν τὴν πολλὴν καὶ τὴν στενοχωρίαν

ὑβρίζω τὰ γραμματικά, λέγω μετὰ δακρύων:

ἀνάθεμαν τὰ γράμματα, Χριστέ, καὶ ὁποὺ τὰ θέλει, (85)

ἀνάθεμαν καὶ τὸν καιρὸν καὶ ἐκείνην τὴν ἡμέραν,

καθ’ ἣν μὲ παρεδώκασιν εἰς τὸ διδασκαλεῖον,

πρὸς τὸ νὰ μάθω γράμματα, τάχα νὰ ζῶ ἀπ’ ἐκεῖνα.

Ἐδάρε καὶ τὰ γράμματα, ἂν μὲ ἔποισαν τεχνίτην,

ἀπ’ αὔτους ὁποὺ κάμνουσιν τὰ κλαπωτὰ καὶ ζῶσιν, (90)

νὰ ἔμαθα τέχνην κλαπωτὴν καὶ νὰ ἔζουν ἀπ’ ἐκείνην,

νὰ ἤνοιγα τὸ ἀρμάριν μου, νὰ τὸ ηὕρισκα γεμάτον,

ψωμίν, κρασὶν πληθυντικὸν καὶ θυννομαγειρείαν

καὶ παλαμιδοκόμματα καὶ τσίρους καὶ σκουμπρία,

παρ’ ὅτι τώρα ἀνοίγω το, βλέπω τοὺς πάτους ὅλους, (95)

καὶ βλέπω χαρτοσάκκουλα γεμάτα τὰ χαρτία

καὶ ἀνοίγω καὶ τὴν ἄρκλαν μου, νὰ εὕρω ψωμὶν νὰ φάγω,

καὶ εὑρίσκω χαρτοσάκκουλον ἄλλο μικροτερίτσιν,

γυρεύω τοῦ κελλίου μου τὰς τέσσαρας γωνίας,

καὶ εὑρίσκω ἐκεῖσε κείμενα πολλὰ πολλὰ χαρτία, (100)

ἁπλώνω εἰς τὸ περσίκιν μου, γυρεύω τὸ πουγγίν μου,

διὰ στάμενον τὸ ψηλαφῶ, καὶ αὐτὸ γέμει χαρτία.

Ἀφοῦ δὲ τὰς γωνίας μου τὰς ὅλας ψηλαφήσω,

ἵσταμαι τότε κατηφὴς καὶ ἀπομεριμνημένος,

λιποθυμῶ, λιγοψυχῶ ἀπὸ πολλῆς μου πείνας, (105)

καὶ ἀπὸ τὴν πείναν τὴν πολλὴν καὶ τὴν στενοχωρίαν

γραμμάτων καὶ γραμματικῶν τὰ κλαπωτὰ προκρίνω.

Τὴν κεφαλήν σου, βασιλεῦ, πρὸς τοῦτο, τί μὲ λέγεις;

Ἐὰν ἔχω γείτονα τινὰ καὶ ἔχει παιδὶν ἀγόριν

καὶ εἴπω ὅτι μάθε το γραμματικὰ νὰ ζήσῃ, (110)

σαλοκρανιοκέφαλον πάντως νὰ μὲ ὀνειδίζῃ

ἐὰν τὸν οὐκ εἴπω μάθε το τσαγγάρην τὸ παιδίν σου.

Συνέχεια

Πράξεις Παύλου και Θέκλης

Posted in Medieval Greek Literature, Religious Literature on Σεπτεμβρίου 26, 2010 by Le grand écrivain

——–

Πράξεις Παύλου καὶ Θέκλης

——–

(1.) Ἀναβαίνοντος Παύλου εἰς Ἰκόνιον μετὰ τὴν φυγὴν τὴν ἀπὸ Ἀντιοχείας ἐγενήθησαν σύνοδοι αὐτῷ Δημᾶς καὶ Ἑρμογένης ὁ χαλκεύς, ὑποκρίσεως γέμοντες, καὶ ἐξελιπάρουν τὸν Παῦλον ὡς ἀγαπῶντες αὐτόν. ὁ δὲ Παῦλος ἀποβλέπων εἰς μόνην τὴν ἀγαθοσύνην τοῦ Χριστοῦ οὐδὲν φαῦλον ἐποίει αὐτοῖς, ἀλλ’ ἔστεργεν αὐτοὺς σφόδρα, ὥστε πάντα τὰ λόγια κυρίου [καὶ τῆς διδασκαλίας καὶ τῆς ἑρμηνείας τοῦ εὐαγγελίου] καὶ τῆς γεννήσεως καὶ τῆς ἀναστάσεως τοῦ ἠγαπημένου ἐγλύκαινεν αὐτούς, καὶ τὰ μεγαλεῖα τοῦ Χριστοῦ, πῶς ἀπεκαλύφθη αὐτῷ, κατὰ ῥῆμα διηγεῖτο αὐτοῖς.

(2.) Καί τις ἀνὴρ ὀνόματι Ὀνησιφόρος ἀκούσας τὸν Παῦλον παραγενόμενον εἰς Ἰκόνιον, ἐξῆλθεν σὺν τοῖς τέκνοις αὐτοῦ Σιμμίᾳ καὶ Ζήνωνι καὶ τῇ γυναικὶ αὐτοῦ Λέκτρᾳ εἰς συνάντησιν Παύλου, ἵνα αὐτὸν ὑποδέξηται· διηγήσατο γὰρ αὐτῷ Τίτος  ποταπός ἐστιν τῇ εἰδέᾳ ὁ Παῦλος· οὐ γὰρ εἶδεν αὐτὸν σαρκὶ ἀλλὰ μόνον πνεύματι.

(3.) Καὶ ἐπορεύετο κατὰ τὴν βασιλικὴν ὁδὸν τὴν ἐπὶ Λύστραν, καὶ εἱστήκει ἀπεκδεχόμενος αὐτόν, καὶ τοὺς ἐρχομένους ἐθεώρει κατὰ τὴν μήνυσιν Τίτου. εἶδεν δὲ τὸν Παῦλον ἐρχόμενον, ἄνδρα μικρὸν τῷ μεγέθει, ψιλὸν τῇ κεφαλῇ, ἀγκύλον ταῖς κνήμαις, εὐεκτικόν, σύνοφρυν, μικρῶς ἐπίρρινον, χάριτος πλήρη· ποτὲ μὲν γὰρ ἐφαίνετο ὡς ἄνθρωπος, ποτὲ δὲ ἀγγέλου πρόσωπον εἶχεν.

(4.) Καὶ ἰδὼν ὁ Παῦλος τὸν Ὀνησιφόρον ἐμειδίασεν, καὶ εἶπεν ὁ Ὀνησιφόρος Χαῖρε, ὑπηρέτα τοῦ εὐλογημένου θεοῦ· κἀκεῖνος εἶπεν Ἡ χάρις μετὰ σοῦ καὶ τοῦ οἴκου σου. Δημᾶς δὲ καὶ Ἑρμογένης ἐζήλωσαν καὶ πλείονα τὴν ὑπόκρισιν ἐκίνησαν, ὡς εἰπεῖν τὸν Δημᾶν Ἡμεῖς οὐκ ἐσμὲν τοῦ εὐλογημένου, ὅτι ἡμᾶς οὐκ ἠσπάσω οὕτως; καὶ εἶπεν ὁ Ὀνησιφόρος Οὐχ ὁρῶ ἐν ὑμῖν καρπὸν δικαιοσύνης· εἰ δὲ ἔστε τινές, δεῦτε καὶ ὑμεῖς εἰς τὸν οἶκόν μου καὶ ἀναπαύσασθε.

(5.) Καὶ εἰσελθόντος Παύλου εἰς τὸν τοῦ Ὀνησιφόρου οἶκον ἐγένετο χαρὰ μεγάλη, καὶ κλίσις γονάτων καὶ κλάσις ἄρτου καὶ λόγος θεοῦ περὶ ἐγκρατείας καὶ ἀναστάσεως, λέγοντος τοῦ Παύλου Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν θεὸν ὄψονται. μακάριοι οἱ ἁγνὴν τὴν σάρκα τηρήσαντες, ὅτι αὐτοὶ  ναὸς θεοῦ γενήσονται. Μακάριοι οἱ ἐγκρατεῖς, ὅτι αὐτοῖς λαλήσει ὁ θεός. μακάριοι οἱ ἀποταξάμενοι τῷ κόσμῳ τούτῳ, ὅτι αὐτοὶ εὐαρεστήσουσιν τῷ θεῷ. μακάριοι οἱ ἔχοντες γυναῖκας ὡς μὴ ἔχοντες, ὅτι αὐτοὶ κληρονομήσουσιν τὸν θεόν. μακάριοι οἱ φόβον ἔχοντες θεοῦ, ὅτι αὐτοὶ ἄγγελοι θεοῦ γενήσονται.

(6.) Μακάριοι οἱ τρέμοντες τὰ λόγια τοῦ θεοῦ, ὅτι αὐτοὶ παρακληθήσονται. μακάριοι οἱ σοφίαν λαβόντες Ἰησοῦ Χριστοῦ, ὅτι αὐτοὶ υἱοὶ ὑψίστου κληθήσονται. μακάριοι οἱ τὸ βάπτισμα τηρήσαντες, ὅτι αὐτοὶ ἀναπαύσονται πρὸς τὸν πατέρα καὶ τὸν υἱόν. μακάριοι οἱ σύνεσιν Ἰησοῦ Χριστοῦ χωρήσαντες, ὅτι αὐτοὶ ἐν φωτὶ γενήσονται. μακάριοι οἱ δι’ ἀγάπην θεοῦ ἐξελθόντες τοῦ σχήματος τοῦ κοσμικοῦ, ὅτι αὐτοὶ ἀγγέλους κρινοῦσιν καὶ ἐν δεξιᾷ τοῦ πατρὸς εὐλογηθήσονται. μακάριοι οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται καὶ οὐκ ὄψονται ἡμέραν κρίσεως πικράν. Μακάρια τὰ σώματα τῶν παρθένων, ὅτι αὐτὰ εὐαρεστήσουσιν τῷ θεῷ καὶ οὐκ ἀπολέσουσιν τὸν μισθὸν τῆς ἁγνείας αὐτῶν· ὅτι ὁ λόγος τοῦ πατρὸς ἔργον αὐτοῖς γενήσεται σωτηρίας εἰς ἡμέραν τοῦ υἱοῦ αὐτοῦ, καὶ ἀνάπαυσιν ἕξουσιν εἰς αἰῶνα αἰῶνος.

(7.) Καὶ ταῦτα τοῦ Παύλου λέγοντος ἐν μέσῳ τῆς ἐκκλησίας ἐν τῷ Ὀνησιφόρου οἴκῳ, Θέκλα τις παρθένος Θεοκλείας μητρὸς μεμνηστευμένη ἀνδρὶ Θαμύριδι, καθεσθεῖσα ἐπὶ τῆς σύνεγγυς θυρίδος τοῦ οἴκου ἤκουεν νυκτὸς καὶ ἡμέρας τὸν περὶ ἁγνείας λόγον λεγόμενον ὑπὸ τοῦ Παύλου· καὶ οὐκ ἀπένευεν ἀπὸ τῆς θυρίδος, ἀλλὰ τῇ πίστει ἐπήγετο ὑπερευφραινομένη. ἔτι δὲ καὶ βλέπουσα πολλὰς γυναῖκας καὶ παρθένους εἰσπορευομένας πρὸς τὸν Παῦλον, ἐπεπόθει καὶ αὐτὴ καταξιωθῆναι κατὰ πρόσωπον στῆναι Παύλου καὶ ἀκούειν τὸν τοῦ Χριστοῦ λόγον· οὐδέπω γὰρ τὸν χαρακτῆρα Παύλου ἑωράκει, ἀλλὰ τοῦ λόγου ἤκουεν μόνον.

Συνέχεια

Ῥωμανός ὁ Μελωδός, Eἰς τὴν πόρνην

Posted in Medieval Greek Literature on Δεκέμβριος 25, 2009 by Le grand écrivain

Pieter Brueghel der Ältere, Turmbau zu Babel (1563)

Ῥωμανός ὁ Μελωδός

Eἰς τὴν πόρνην


ἰδιόμελον, φέρον ἀκροστιχίδα τήνδε· τοῦ ταπεινοῦ Ῥωμανοῦ· ἦχος πλ. δʹ.

Προοίμιον I

Ὁ πόρνην καλέσας    θυγατέραν, Χριστὲ ὁ Θεός,  (1)

υἱὸν μετανοίας    κἀμὲ ἀναδείξας,

δέομαι, ῥῦσαί με    τοῦ βορβόρου τῶν ἔργων μου.

Προοίμιον II

Κατέχουσα ἐν κατανύξει    ἡ πόρνη τὰ ἴχνη σου (1)

ἐβόα σοι ἐν μετανοίᾳ    τῷ εἰδότι τὰ κρύφια,    Χριστὲ ὁ Θεός·

«Πῶς σοι ἀτενίσω    τοῖς ὄμμασιν

ἡ πάντας ἀπατῶσα    τοῖς νεύμασιν;

Πῶς σε δυσωπήσω    τὸν εὔσπλαγχνον  (5)

ἡ σὲ παροργίσασα    τὸν κτίστην μου;

Ἀλλὰ δέξαι τοῦτο τὸ μύρον    πρὸς δυσώπησιν, Κύριε,

καὶ δώρησαί μοι ἄφεσιν    τῆς αἰσχύνης

τοῦ βορβόρου τῶν ἔργων μου.»

(1.) Τὰ ῥήματα τοῦ Χριστοῦ    καθάπερ ἀρώματα

ῥαινόμενα πανταχοῦ    βλέπων ἡ πόρνη ποτὲ

καὶ τοῖς πιστοῖς πᾶσι    πνοὴν ζωῆς χορηγοῦντα,

τῶν πεπραγμένων αὐτῇ τὸ δυσῶδες ἐμίσησεν,

ἐννοοῦσα τὴν αἰσχύνην    τὴν ἑαυτῆς  (5)

καὶ σκοποῦσα τὴν ὀδύνην    τὴν δι’ αὐτῶν ἐγγιγνομένην·

πολλὴ γὰρ θλῖψις γίνεται    τότε τοῖς πόρνοις ἐκεῖ,

ὧν εἷς εἰμι, καὶ ἕτοιμος    πέλω εἰς μάστιγας

ἃς πτοηθεῖσα ἡ πόρνη    οὐκέτι ἔμεινε πόρνη,

ἐγὼ δὲ καὶ πτοούμενος    ἐπιμένω  (10)

τῷ βορβόρῳ τῶν ἔργων μου.

Συνέχεια

Ἡ Ἀποκάλυψις τοῦ Μπααλμπὲκ

Posted in Medieval Greek Literature on Μαΐου 24, 2009 by Le grand écrivain
Albrecht Dürer, The Four Horsemen of the Apocalypse

[Ἐπιγραφή]. Τῆς Σιβύλλης, ἥτις δι’ ἀποκαλύψεως τὸ ὅραμα τῶν ἑκατὸν κριτῶν τῆς μεγάλης πόλεως Ῥώμης διεσάφησεν.


Παραγενομένης τῆς Σιβύλλης ἐν τῇ Ῥώμῃ ὑπήντησεν αὐτῇ πᾶσα ἡ πόλις ἀπὸ μεγάλου ἕως μικροῦ. οἱ δὲ ἑκατὸν κριταὶ ὑπήντησαν αὐτῇ λέγοντες· ‘ἡ σοφία καὶ ἡ σύνεσις τῆς βασιλείας σου μεγάλη ἐστίν. νῦν διασαφήνισον τὸ ὅραμα ὃ εἴδαμεν σήμερον [οἱ ἑκατὸν κριταί]· καὶ οὐ δυνάμεθα διασαφηνίσαι αὐτὸ καὶ τὴν σύγκρισιν αὐτοῦ οὐ δυνάμεθα γνωρίσαι.’ ἀποκριθεῖσα δὲ ἡ Σίβυλλα ἔφη αὐτοῖς· ‘ἀπέλθωμεν ἐν τῷ Καπετωλίῳ τῆς μεγάλης πόλεως Ῥώμης· καὶ γενηθήτω τὸ τριβουνάλιον.’ καὶ ἐγένετο καθὼς συνέταξεν αὐτοῖς.

Καὶ ἔφη πρὸς αὐτούς· ‘ἀπαγγείλατέ μοι τὸ ὅραμα ὃ εἴδατε, καὶ τὴν σύγκρισιν αὐτοῦ διασαφηνίσω ὑμῖν.’ καὶ καθίσασα ἡ Σίβυλλα ἐν τῷ Καπετωλίῳ ἔσωθεν τῶν ἐλαιῶν ἀπεκρίθη αὐτοῖς λέγουσα· ‘τί εἴδατε ἀπαγγείλατέ μοι’. καὶ ἀποκριθέντες οἱ ἑκατὸν κριταὶ λέγουσι πρὸς αὐτήν· ‘εἴδαμεν ὅτι ἐννέα ἥλιοι ἔλαμψαν ἐπὶ τὴν γῆν.’ καὶ ἀποκριθεῖσα ἡ Σίβυλλα ἔφη αὐτοῖς· ‘οἱ ἐννέα ἥλιοι ἐννέα γενεαί εἰσιν.’ λέγουσι πρὸς αὐτήν· ‘οὕτως δεῖ γενέσθαι, κυρία ἡμῶν, πάντα ὅσα εἴδαμεν ἐν τῷ ὁράματι ἀπαγγελῶμέν σοι. καὶ ἀποκριθεῖσα ἡ Σίβυλλα εἶπεν· ‘οὕτως δεῖ γενέσθαι.’ καὶ λέγουσιν αὐτῇ οἱ κριταί· ‘ὣς εἴδαμεν τὸ ὅραμα, οὕτως καὶ ἀπαγγελῶμέν σοι.’ λέγει αὐτοῖς ἡ Σίβυλλα· ‘πῶς γὰρ εἴδατε;’ λέγουσιν αὐτῇ ἐκεῖνοι· ‘εἴδαμεν οὕτως· ὅτι ὁ πρῶτος ἥλιος πολυποίκιλος, ἀκτινολαμπής, φωτεινότατος, παμμεγέθης, λαμπρὸς σφόδρα. ὁ δεύτερος ἥλιος ὑπέρλαμπρος, παμμεγέθης, πολυποίκιλος, ἀκτινολαμπής. ὁ τρίτος ἥλιος αἱματοειδής, ταρταροειδής, παμμεγέθης, πῦρ φλέγον. ὁ τέταρτος ἥλιος αἱματοειδής, ταρταροειδής. ὁ πέμπτος ἥλιος αἱματοειδής, φωτεινότατος, ἀπαστράπτων ὡς ἐν βροντῇ ὑετοῦ. ὁ ἕκτος ἥλιος ὀμιχλοφανής, χιονοειδής, αἱματοειδής. ὁ ἕβδομος ἥλιος ταρταροειδής, αἱματοειδής, φοβερός. ὁ ὄγδοος ἥλιος ἀκτινολαμπὴς ὥστε ἔχειν αὐτὸν ἐν μέσῳ χεῖρας. ὁ ἔνατος ἥλιος ὑπὲρ τοὺς ἄλλους ταρταροειδής, ἀπαύγασμα ἔχων.’

Καὶ ἀποκριθεῖσα ἡ Σίβυλλα εἶπεν· ‘οἱ ἐννέα ἥλιοι ἐννέα γενεαί εἰσιν. ὁ μὲν πρῶτος ἥλιος πρώτη γενεά ἐστιν· ἄνθρωποι ἄκακοι, πολυχρόνιοι, ἐλεύθεροι, ἀληθεῖς, πραεῖς, ἐπιεικεῖς, ἀγαπῶντες ἀλήθειαν. ὁ δεύτερος ἥλιος δευτέρα γενεά ἐστιν, καὶ αὐτοὶ ἄνθρωποι ἀληθινοί, πραεῖς, φιλόξενοι, ἄκακοι, ἀγαπῶντες τῶν ἐλευθέρων τὸ γένος. ὁ τρίτος ἥλιος τρίτη γενεά ἐστιν· ἀναστήσεται βασιλεία ἐπὶ βασιλείαν, ἔθνος ἐπὶ ἔθνος, γενήσονται πόλεμοι, πλὴν φιλόξενοι καὶ ἐλεήμονες ἔσονται ἐν τῇ Ῥωμαίων πόλει. ὁ τέταρτος ἥλιος τετάρτη γενεά ἐστιν· θεότητος γονὴ φανήσεται ἐν μεσημβρίᾳ· ἐγερθήσεται γὰρ γυνὴ ἐκ τῆς Ἑβραΐδος χώρας ὀνόματι Μαρία καὶ τέξεται υἱόν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἰησοῦν. καὶ λύσει τὸν νόμον τῶν Ἑβραίων καὶ ἴδιον νόμον στήσει, καὶ βασιλεύσει ὁ νόμος αὐτοῦ. καὶ ἀνοιγήσονται αὐτῷ οἱ οὐρανοί, καὶ φωνὴν λήψεται, καὶ στρατιαὶ ἀγγέλων τὸν θρόνον αὐτοῦ βαστάσουσιν, καὶ τὰ ἑξαπτέρυγα τὰ ἴχνη τῶν ποδῶν αὐτοῦ προσκυνήσουσιν. καὶ λήψεται ἄνδρας ἀπὸ τῆς Γαλιλαίας καὶ νομοθετήσει καὶ εἴπῃ πρὸς αὐτούς· Τὸν λόγον, ὃν ἐλάβετε παρ’ ἐμοῦ, κηρύξατε αὐτὸν τοῖς ἔθνεσι τῶν ἑβδομήκοντα δύο γλωσσῶν.’

Καὶ λέγουσιν αὐτῇ οἱ ἱερεῖς τῶν Ἑβραίων· ‘φρικωδεστάτη δέσποινα ἡμῶν, ἐρωτῆσαί σε ζητοῦμεν.’ καὶ ἀποκριθεῖσα ἡ Σίβυλλα λέγει πρὸς αὐτούς· ‘ὃ βούλεσθε ἀπαγγείλατέ μοι.’ καὶ λέγουσι πρὸς αὐτὴν ἐκεῖνοι· ‘ἀκοὴν ἠκούσαμεν ἀπὸ τῶν ἐθνῶν ὅτι ὁ θεὸς τῶν οὐρανῶν υἱὸν μέλλει τίκτειν. πιστεύεις ὅτι τοῦτο γίνεται, κυρία ἡμῶν;’ λέγει ἡ Σίβυλλα πρὸς αὐτούς· ‘ὑμεῖς οὐ πιστεύετε ὄντες ἱερεῖς τῶν Ἑβραίων;’ λέγουσιν αὐτῇ· ‘ἡμεῖς οὐ πιστεύομεν ὅτι ὁ θεὸς υἱὸν μέλλει τίκτειν. καὶ γὰρ λόγον ἔδωκε τοῖς πατράσιν ἡμῶν τοῦ μὴ ἆραι τὴν χεῖρα αὐτοῦ ἀφ’ ἡμῶν.’ λέγει αὐτοῖς ἡ Σίβυλλα· ‘ὁ νόμος οὗτος σκόλοψ ὑμῖν ἐστιν.’ καὶ λέγουσιν αὐτῇ. ‘καὶ τί λέγεις, δέσποινα ἡμῶν, περὶ τοῦ ζητήματος τούτου;’

Καὶ ἀποκριθεῖσα ἡ Σίβυλλα εἶπε πρὸς αὐτούς· ‘ὁ θεὸς τῶν οὐρανῶν υἱὸν μέλλει τίκτειν, ὃς ὅμοιος τῷ πατρὶ ἔχει εἶναι καὶ ὁμοίωμα νηπίου λήψεται. καὶ ἀναστήσονται κατ’ αὐτοῦ βασιλεῖς, Ἀλέξανδρος, Σέλευκος καὶ Ἡρώδης, οἱ μὴ δυνάμενοι σῶσαι ἑαυτούς. ποιήσουσι διωγμοὺς πολλοὺς εἰς τὴν Ἰουδαίαν χώραν καὶ φονεύσουσι νήπια μετὰ τῶν γονέων αὐτῶν ὥστε τὸν Ἰορδάνην ποταμὸν αἵματι συγκερασθῆναι· καὶ οὐδὲν ὠφελήσουσιν. καὶ μετὰ ταῦτα πολλὰς θεραπείας ποιήσει ὁ ἐπὶ ξύλου μέλλων σταυρωθῆναι. καὶ ὡς θυσιάσουσι …. τοὺς βωμοὺς αὐτῆς, ἀκούσωσι τὰ σημεῖα αὐτοῦ ἃ ἐποίησεν εἰς τὴν Ἰουδαίαν χώραν. καὶ ἀναστήσεται βασιλεὺς ὀνόματι Αὔγουστος ἀπὸ τῆς Φρυγίας καὶ βασιλεύσει ἐν τῇ Ῥώμῃ· καὶ ὑποταγήσεται αὐτῷ πᾶσα ἡ οἰκουμένη. καὶ ἕκαστος βασιλεὺς Ῥωμαίων τὸ ὄνομα αὐτοῦ κληθήσεται [Αὔγουστος]. τὸ ξύλον τὸ τρισμακάριστον, ἐν ᾧ Χριστὸς μέλλει τανύεσθαι …. καὶ μετὰ ταῦτα συναχθήσονται τῶν Ἰουδαίων οἱ ὄχλοι, καὶ ὁ μέλλων ἐπὶ ξύλου κρεμασθῆναι ποιήσει σημεῖα καὶ θεραπεύσει πολλούς. κρεμάσουσι τρεῖς μετ’ αὐτοῦ ἐπὶ ξύλου καὶ καλάμῳ

νύξουσιν αὐτοῦ τὴν πλευρὰν καὶ οὐδὲν ἀδικήσουσιν αὐτόν.

Ἐν δὲ τῇ πέμπτῃ γενεᾷ ἀναστήσονται τρεῖς βασιλεῖς, Ἀντίοχος, Τιβέριος καὶ Γάϊος, καὶ πολλοὺς διωγμοὺς ποιήσουσι διὰ τὸν ἐν ξύλῳ σταυρωθέντα. καὶ ἀνοικοδομήσουσι τὰ ἱερὰ Ἡλίου πόλεως καὶ τοὺς βωμοὺς τοῦ Λιβάνου. καὶ οἱ ναοὶ τῆς πόλεως ἐκείνης παμμεγέθεις εἰσὶ καὶ εὐπρεπεῖς ὑπὲρ πάντα ναὸν τῆς οἰκουμένης. Ἐν δὲ τῇ ἕκτῃ γενεᾷ ἀναστήσονται δύο βασιλεῖς ὀλιγοχρόνιοι καὶ ποιήσουσι διωγμοὺς πολλοὺς κατὰ τῶν Χριστιανῶν. καὶ οἱ ἄρχοντες αὐτῶν κρινοῦσι καὶ ἀπολέσουσι τὰ τάγματα τῶν συγκλητικῶν καὶ θανατώσουσιν αὐτοὺς διὰ τὸ ὄνομα τοῦ Χριστοῦ καὶ οὐδὲν ὠφελήσουσιν. καὶ μετὰ ταῦτα ἀναστήσεται βασιλεὺς ὀνόματι Κωνσταντῖνος, φοβερὸς καὶ κραταιὸς πολεμιστής, καὶ λύσει πάντας τοὺς ναοὺς τῶν ἐθνῶν καὶ τοὺς βωμοὺς τοῦ Λιβάνου καὶ τὰς θυσίας αὐτῶν καὶ ταπεινώσει τοὺς Ἕλληνας. καὶ φανήσεται αὐτῷ σημεῖον ἐν τῷ οὐρανῷ, καὶ ἐπιζητήσει ἡ μητὴρ αὐτοῦ Ἑλένη τὸ ξύλον τοῦ σταυροῦ, ὅπου ὁ Χριστὸς μέλλει σταυρωθῆναι, ὁ υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος, εἰς τὴν Ἰουδαίαν γῆν. καὶ ἀνοικοδομήσει Βυζάντιον, καὶ ἀλλαγήσεται τὸ ὄνομα τῆς πόλεως ἐκείνης, καὶ κληθήσεται Εὐδοκόπολις Κωνσταντίνου πόλις. καὶ ἐνοικήσουσιν ἐν αὐτῇ πᾶσαι αἱ φυλαὶ τῶν ἑβδομήκοντα δύο γλωσσῶν. μὴ καυχῶ, Βυζαντία πόλις, τρὶς γὰρ ἑξηκοστὸν τῶν ἐτῶν σου οὐ μὴ βασιλεύσεις.

Καὶ μετὰ ταῦτα ἀναστήσονται τρεῖς βασιλεῖς, Οὐάλης, ἔγγων Κωνσταντίου, Βαλεντιανὸς καὶ Ἰουβιανὸς, καὶ ποιήσουσι διωγμοὺς πολλούς· καὶ ἐξ αὐτῶν εἷς πυρ ἀναλωθήσεται, καὶ οὐ μὴ ἀδικήσουσιν οἱ βάρβαροι τὰς πόλεις τῆς Ῥωμανίας. καὶ μετὰ ταῦτα ἀναστήσονται βασιλεῖς δύο, Μαρκιανὸς καὶ Θεοδόσιος, δυνάσται κραταιοί, πολεμισταὶ καὶ δικαιοκρίται, διδάσκαλοι τῆς πίστεως, καὶ λύσουσι τοὺς καταλειφθέντας ναοὺς τῶν Ἑλλήνων, καὶ γενήσονται οἱ ναοὶ τῶν ἐθνῶν εἰς τάφους τῶν ἁγίων.

Ἐν δὲ τῇ ἑβδόμῃ γενεᾷ, βασιλεύοντος Ἀρκαδίου καὶ Ὁνωρίου, γίνεται Ῥώμη ῥύμη καὶ πόλις ῥύμης. ἐν Φρυγίᾳ αἰχμαλωσίαι γίνονται, Παμφυλία ἐρημωθήσεται. καὶ μετὰ ταῦτα ἀναστήσονται δύο βασιλεῖς, Θεοδόσιος καὶ Οὐαλεντινιανός, πραεῖς, ἐπιεικεῖς, καὶ ἀναστήσουσιν ἐπ’ αὐτῶν πόλεμον ἐπὶ πόλεμον. Συρία αἰχμαλωτισθήσεται, εἶθ’ οὕτως ἀναστήσεται τυράννων γένος ἰσχυρὸν, καὶ λῃστεύσουσιν τὸν Ταῦρον τῆς Ἀνατολῆς καὶ τὸν Ἀντίταυρον τῆς Ἀρμενίας καὶ τὸν Λίβανον, καὶ οὐ μὴ ἀνανεωθῶσιν αἱ πόλεις αἷς παρῴκησαν τὸ πρότερον. καὶ ἀναστήσονται οἱ Πέρσαι πρὸς κραταιὸν πόλεμον καὶ ὀλισθήσονται ὑπὸ Ῥωμαίων καὶ δώσουσιν εἰρήνην ἐπὶ ἔτη τεσσαράκοντα. καὶ εἰσέλθῃ ἀνὴρ πρόπιος πολεμιστής καὶ συντρίψει τὰ ἱερὰ τῶν πόλεων καὶ τοὺς βωμοὺς τοῦ Λιβάνου. καὶ ἔλθῃ ἀκρὶς καὶ βροῦχος πολύς, καὶ καταφάγωσι τὸν κόπον τῆς Συρίας καὶ Καππαδοκίας, καὶ λιμάξει Καππαδοκία. καὶ μετὰ ταῦτα γενήσεται εὐθηνία. τότε γονεῖς τέκνα ἀρνήσονται καὶ τέκνα γονεῖς. ἀδελφὸς ἀδελφὸν παραδώσει εἰς θάνατον. ἀδελφὸς ἀδελφῇ συγκοιμηθήσεται καὶ πατὴρ θυγατρὶ συγγενήσεται, νεώτεροι γραίας λάβωσιν. ἐπίσκοποι φάρμακοι ἔσονται καὶ πρεσβύτεροι πορνεύσουσιν. καὶ αἱματοχυσίαι γενήσονται εἰς τοὺς ναοὺς τῶν ἁγίων στρατιαὶ βδελύξουσιν. καὶ ἔσονται μοιχεῖαι, πορνεῖαι, ἀνδρομανίαι, καὶ τὰ σχήματα αὐτῶν εἰς ἀτιμίαν καλέσουσιν. ἔσονται δὲ πλεονέκται, ἅρπαγες, φιλόχρυσοι, ὑπερήφανοι καὶ ἀλαζόνες. καὶ κατὰ τόπον προβάτων καὶ βοῶν θνῆσις γενήσεται. Θρᾴκη ἐρημωθήσεται ὑπὸ βαρβάρων προδοσίᾳ τῶν Ῥωμαίων καὶ διὰ τὴν πολλὴν αὐτῶν φιλαργυρίαν. καὶ μετὰ ταῦτα ἀναστήσεται Μαρκιανὸς καὶ γενήσονται πόλεμοι. καὶ ἀναστήσεται ἀπὸ Ἀφρικῆς τύραννος ὀνόματι Γιζέριχος καὶ αἰχμαλωτεύσει τὴν Ῥώμην καὶ οὐκ ἀποφθαρῇ ἀπὸ τῶν προμάχων ἕως πληρωθῇ ὁ χρόνος τῆς ζωῆς αὐτοῦ· σταθήσεται δὲ ἡ βασιλεία αὐτοῦ ἔτη τριάκοντα. καὶ ταπεινώσει τὴν Ῥώμην διὰ τὴν πολλὴν αὐτῆς φιλαργυρίαν. καὶ οὐ βασιλεύσει ἡ Ῥώμη ἕως τοῦ καιροῦ τοῦ χρόνου αὐτῆς. Δαλματία καταποντισθήσεται πάνυ, Καμπανία καὶ Καλαβρία αἰχμαλωτισθήσονται.

Ἐν δὲ τῇ ὀγδόῃ γενεᾷ ἀναστήσεται βασιλεὺς θηριώνυμος. ἄρχονται ὠδῖνες τοῦ κόσμου ἐν τοῖς καιροῖς αὐτοῦ, σεισμοί, καταποντισμοὶ πόλεων καὶ χωρῶν, καὶ ἔσονται πόλεμοι καὶ καύσεις πόλεων. Θρᾴκη ἐρημωθήσεται καὶ οὐκ ἔστιν ὁ διοικῶν ἢ ὁ διατάσσων τὴν Ῥωμανίαν. Ταυροκιλικία ὑψώσει τράχηλον, ἀναστήσεται δὲ Σκύλλα, γυνὴ τοῦ θηρίου τοῦ βασιλεύοντος, καὶ γεννήσει δύο κοιλίας, ἐξ ὧν μία ἄρρενα , καὶ καλέσουσι τὸ ὄνομα τοῦ πατρός. καὶ ἔσται καὶ αὐτὸς συγκαθήμενος τῇ θηριωνυμίᾳ τοῦ πατρὸς αὐτοῦ, μίαν ὁμοίωσιν ἐπὶ τῆς γῆς βασιλείας ἔχοντες. ἐν δὲ τῇ βασιλείᾳ αὐτοῦ φαίνεται Ἴσαυρος. καὶ προσκυνεῖται οὗτος ὑπὸ τοῦ πατρός. καὶ τότε εἴπωσιν ἐκεῖνοι λόγον βλασφημίας εἰς τὸν υἱὸν καθὼς ἔστιν. καὶ διὰ τοῦ λόγου αὐτοῦ κατενεχθῇ σφόδρα ἀπὸ τοῦ θρόνου αὐτοῦ ὁ πατὴρ αὐτοῦ, κρατήσει δὲ ἡ ἐξουσία καὶ ἡ δυναστεία τῆς κοιλίας ἔτη πεντήκοντα δύο. καὶ μετὰ ταῦτα γενηθῇ Ἴσαυρος βασιλεὺς καὶ ἔσται μισῶν τοὺς τῆς πόλεως αὐτοῦ καὶ φύγῃ τὴν χώραν αὐτοῦ. καὶ ἀναστήσεται ἄλλος βασιλεύς, οὗτινος τὸ ὄνομά ἐστι τοῦ θηρίου συρτοῦ. Γράφεται δὲ τὸ ὄνομα τοῦ θηρίου ἀπὸ τοῦ δευτέρου γράμματος· ὅ ἐστι Βασιλίσκος. καὶ λαλήσει βλασφημίαν κατὰ τοῦ θεοῦ τοῦ ὑψίστου, καὶ διὰ τὴν βλασφημίαν αὐτοῦ ἀπὸ γυναικὸς χλευασθεὶς κακῶς ἀπολεῖται καὶ αὐτὸς καὶ πᾶσα ἡ συγγένεια αὐτοῦ. καὶ μετὰ ταῦτα ὑποστρέψει Ἴσαυρος εἰς τὴν βασιλείαν αὐτοῦ, πλὴν οὐκ ἔστι διδομένη ἐξ οὐρανοῦ ἡ βασιλεία αὐτοῦ. ἔστι δὲ τὸ ὄνομα αὐτοῦ ἐν γράμμασι Ῥωμαϊκοῖς εἰς τὸ τέλος τοῦ ἀλφαβήτου, γραφόμενον δὲ Γραικῶς ἀπὸ τοῦ ἑβδόμου γράμματος· οὗτινος τὸ ὄνομά ἐστι Γραικολατῖνον. καὶ ἔσται ἡ βασιλεία αὐτοῦ δυνατή, ἀρέσκουσα παντὶ τῷ λαῷ. φιλῶν τοὺς πένητας δυνάστας καὶ πλουσίους ταπεινώσει. καὶ μετὰ ταῦτα ἀναστήσεται ἄλλος βασιλεὺς ἀπὸ δυσμῶν πόλεως Ἐπιδάμνου, ὅ ἐστι Λατίνως Δυρραχίου· τὸ δὲ ὄνομα τοῦ βασιλέως κεκρυμμένον ἐστὶ τοῖς ἔθνεσιν, ὁμοιοῖ δὲ τὸ ὄνομα αὐτοῦ τῇ ἡμέρᾳ τῇ ἐσχάτῃ, γράφεται δὲ ἀπὸ τοῦ γράμματος τοῦ ὀκτωκαιδεκάτου. ὅταν δὲ λάβῃ τὴν βασιλείαν αὐτοῦ, κληθήσεται Ἀναστάσιος. ἔστι δὲ φαλακρός, εὐπρεπής, ὡς ἄργυρος τὸ μέτωπον αὐτοῦ, τὴν δεξιὰν χεῖραν ἔχων μακράν, γενναῖος, φοβερός, μεγαλόψυχος καὶ ἐλεύθερος, μισῶν πάντας τοὺς πτωχούς. πολλοὺς δὲ τοῦ λαοῦ ἀπολέσει δικαίως ἀδίκως καὶ καθελεῖ τοὺς τηροῦντας θεοσέβειαν. καὶ ἀναστήσονται ἐν τοῖς καιροῖς αὐτοῦ οἱ Πέρσαι καὶ καταστρέψουσι τὰς πόλεις τῆς Ἀνατολῆς μετὰ τοῦ πλήθους τῶν στρατιωτῶν τῆς Ῥωμανίας μαχαίρᾳ. καὶ βασιλεύσει ἔτη τριάκοντα ἕν.

Καὶ μετὰ ταῦτα ἔσονται οἱ ἄνθρωποι ἅρπαγες, πλεονέκται, τύραννοι, βάρβαροι, μισομήτορες [τὰς ἰδίας πατρίδας] καὶ τῆς ἀρετῆς καὶ τῆς ἐπιεικείας βαρβάρων σχῆμα ἀναλαβόντες. λῃστεύσουσι τὰς ἰδίας πατρίδας, καὶ οὐκ ἔστιν ὁ ἀντεχόμενος τοῖς ποιήμασι καὶ τοῖς ἔργοις αὐτῶν, ἐργαζόμενοι τὴν γῆν αὐτῶν διὰ τὴν πολλὴν αὐτῶν φιλαργυρίαν. ἐν δὲ τῇ ἐνάτῃ γενεᾷ κολοβωθησόνται τὰ ἔτη ὡσεὶ μῆνες καὶ οἱ μῆνες ὡσεὶ ἑβδομάδες καὶ ἑβδομάδες ὡς ἡμέραι καὶ ἡμέραι ὡσεὶ ὧραι. καὶ ἀναστήσονται δύο βασιλεῖς ἀπὸ Ἀνατολῆς καὶ δύο ἀπὸ Συρίας, καὶ ἔσονται οἱ Ἀσσύριοι ὡς ἡ ἄμμος τῆς θαλάσσης ἀναρίθμητοι καὶ παραλάβωσι πολλὰς χώρας τῆς Ἀνατολῆς ἕως Χαλκηδονίας. καὶ γενήσονται αἱματοχυσίαι πολλαὶ ὥστε γενέσθαι τὸ αἷμα εἰς τὸ στῆθος τῶν ἵππων τοῦ συγκερασθῆναι τὴν θάλασσαν. καὶ αἰχμαλωτεύσουσι καὶ ἐμπυρίσουσι τὰς πόλεις καὶ σκυλεύσουσι τὴν Ἀνατολήν. καὶ μετὰ ταῦτα ἀναστήσεται ἄλλος βασιλεὺς ἀπὸ Ἀνατολῆς, οὗτινος τὸ ὄνομά ἐστι † Ὀλιβός. οὗτος λαμβάνει τοὺς τέσσαρας βασιλεῖς τοὺς πρὸ αὐτοῦ καὶ ἀποκτενεῖ αὐτούς. καὶ δώσει ἀτέλειαν τοῦ μὴ παρασχέσθαι δημόσιον τέλος καὶ ἀνανεώσει πάντας τοὺς λαοὺς τῆς Ἀνατολῆς πάσης καὶ τῆς Παλαιστίνης. καὶ μετὰ ταῦτα ἀναστήσεται ἄλλος βασιλεὺς μορφὴν ἔχων ἠλλοιωμένην καὶ βασιλεύσει ἔτη τριάκοντα καὶ ἀνοικοδομήσει τοὺς βωμοὺς τῆς Αἰγύπτου. καὶ πολεμήσει τὸν βασιλέα τῆς Ἀνατολῆς καὶ θανατώσει αὐτὸν καὶ πᾶσαν τὴν στρατιὰν αὐτοῦ καὶ κρατήσει παῖδας ἀπὸ δώδεκα ἐτῶν. καὶ κρατήσουσιν ἀσπίδας καὶ θηλάσουσι τὰς ἐχούσας τὰ βρέφη καὶ αἱμάσσουσι διὰ τὰ φάρμακα τῶν βελῶν καὶ τὰς ἀνάγκας τῶν πολέμων. οὐαὶ ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζούσαις ἐν ταῖς ἡμέραις ἐκείναις. καὶ γενήσονται αἱ πόλεις τῆς Ἀνατολῆς ὄρη. καὶ σταθήσεται ἀπὸ τοῦ μιαροῦ ἔθνους τῶν Καππαδόκων καὶ συρίσει καὶ εἴπῃ· ἆρά ποτε ὧδε πόλις ἦτο; καὶ μετὰ ταῦτα ἀναστήσεται γυνή· ἀπὸ δυσμῶν ἕως ἀνατολῆς ἡλίου δράμῃ καὶ οὐ μὴ ἴδῃ ἄνθρωπον, καὶ ἐπιθυμήσει ἴχνος ἀνθρώπου καὶ οὐ μὴ εὕρῃ. καὶ εὑροῦσα ἄμπελον καὶ ἐλαίαν εἴπῃ· ἆρα πού ἐστιν ὁ φυτεύσας ταῦτα; καὶ περιπλακεῖσα τοῖς δένδροις τούτοις ἀποδώσει τὸ πνεῦμα· καὶ φάγωσιν αὐτὴν λύκοι. καὶ μετὰ ταῦτα ἀναστήσεται βασιλεὺς ἀπὸ Ἡλίου πόλεως καὶ πολεμήσει τὸν βασιλέα τῆς Ἀνατολῆς καὶ θανατώσει αὐτόν. καὶ δώσει ἀτέλειαν εἰς ὅλας τὰς χώρας ἐπὶ ἔτη τρία καὶ μῆνας ἕξ, καὶ δώσει ἡ γῆ τοὺς καρποὺς αὐτῆς, καὶ οὐκ ἔστιν ὁ ἐσθίων. καὶ ἥξει ὁ ἄρχων τῆς ἀπωλείας ἠλλοιωμένος καὶ πατάξει καὶ θανατώσει αὐτόν. καὶ ποιήσει σημεῖα καὶ τέρατα ἐπὶ τῆς γῆς. τὸν ἥλιον ἐπιστρέψει εἰς σκότος καὶ τὴν σελήνην εἰς αἷμα. καὶ μετὰ ταῦτα αἱ πηγαὶ καὶ οἱ ποταμοὶ ξηρανθήσονται, καὶ ὁ Νεῖλος Αἰγύπτου εἰς αἷμα μεταστραφήσεται. καὶ ὀρύξουσι λάκκους οἱ περιλειφθέντες ἄνθρωποι ζητοῦντες ὕδωρ ζωῆς καὶ οὐχ εὑρήσουσιν. καὶ τότε φανήσονται δύο ἄνδρες, οἵτινες οὐκ ἔγνωσαν πεῖραν θανάτου, Ἐνὼχ καὶ Ἠλίας, καὶ πολεμήσουσι τὸν ἄρχοντα τῆς ἀπωλείας. καὶ εἴπῃ· ἤγγικεν ὁ καιρός μου, καὶ θυμωθεὶς θανατώσει αὐτούς. καὶ τότε ὁ ἐπὶ ξύλου σταυρωθεὶς ἥξει ἐξ οὐρανῶν ὡς φωστὴρ μέγας καὶ ἀστράπτων καὶ ἀναστήσει τοὺς δύο ἄνδρας ἐκείνους. καὶ πολεμήσει ὁ ἐπὶ σταυροῦ κρεμασθεὶς τὸν υἱὸν τῆς ἀπωλείας καὶ θανατώσει αὐτὸν καὶ πᾶσαν τὴν στρατιὰν αὐτοῦ. τότε καήσεται ἡ γῆ τῆς Αἰγύπτου πήχεις δώδεκα, καὶ ἡ γῆ βοήσει πρὸς τὸν θεόν· κύριε, παρθένος εἰμί. καὶ πάλιν καήσεται ἡ γῆ τῆς Ἰουδαίας πήχεις ὀκτωκαίδεκα, καὶ ἡ γῆ βοήσει πρὸς τὸν θεόν· κύριε, παρθένος εἰμί. καὶ τότε ἥξει ὁ υἱὸς τοῦ θεοῦ μετὰ δυνάμεως καὶ δόξης πολλῆς εἰς τὸ κρῖναι τὰς ἐννέα γενεάς. καὶ τότε βασιλεύσει ὁ Χριστός, ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος, μετὰ τῶν ἁγίων ἀγγέλων αὐτοῦ. ἀμήν, γένοιτο, ἀμήν.’

ORACULA TIBURTINA

A.D. 6

P.J. Alexander, The oracle of Baalbek. The Tiburtine Sibyl in Greek dress [Dumbarton Oaks Studies 10. Washington, D.C.: Dumbarton Oaks, 1967]: 9-22.

Μία Βυζαντινή Ερμηνεία των Ονείρων

Posted in Medieval Greek Literature on Νοέμβριος 5, 2008 by Le grand écrivain


Από Το Ονειροκριτικόν του Αχμετ

(1.) αʹ. Πρόλογος τῶν ὀνειράτων.

Πολλὰ κοπιάσας πρὸς τὸ ἀνερευνᾶν τῷ δεσπότῃ μου τὴν ἀκριβῆ ἑρμηνείαν τῶν ὀνειράτων, καθὼς αὐτὸς δι’ ἐπιθυμίας εἶχε πολλῆς, εὗρον ἐκ τῶν ποιησάντων τὴν τοιαύτην ἀκρίβειαν κατὰ ἀλήθειαν, ἤτοι Ἰνδῶν καὶ Περσῶν καὶ Αἰγυπτίων, οἳ τὴν ἀλήθειαν ἀκριβολογησάμενοι καὶ λεπτολογήσαντες ἐξέθεντο καὶ ἐλογογράφησαν τὴν παροῦσαν ἑρμηνείαν. καὶ ἐξ ἑκάστου τούτων ἐκλεξάμενος κεφαλαιωδῶς ἐξεθέμην τῶν τριῶν τὰς κρίσεις καὶ λύσεις ἐν ἑκάστῳ κεφαλαίῳ, ὡσὰν καὶ ὁ ἐμὸς δεσπότης γνοὺς τὴν περὶ τὸ αὐτὸ κεφάλαιον ἑκάστου κρίσιν καὶ λύσιν συλλογίσηται καὶ μάθῃ τὸ ἀληθὲς καὶ πειραθῇ τοῦ γλυκέος καὶ βαθέος καὶ πεποθημένου καὶ δυνατοῦ τῆς παρούσης σοφίας, δι’ ἧς ἡ τοῦ μέλλοντος ἔκβασις προγινώσκεται

(95.) ϟεʹ. Ἐκ τῶν Ἰνδῶν περὶ καυλοῦ.

Ὁ καυλὸς εἰς τὴν φήμην καὶ τὴν δύναμιν καὶ τὰ τέκνα κρίνεται τοῦ ἀνδρός. ἐάν τις ἴδῃ, ὅτι ὁ καυλὸς αὐτοῦ ἐμεγεθύνθη καὶ ἐνεδυναμώθη, φημισθήσεται τὸ ἀξίωμα αὐτοῦ καὶ ἀρρενοτοκήσει· καὶ εἰ μέν ἐστι βασιλεὺς ὁ τοῦτο ἰδών, πρῶτον μὲν ἔσται μακρόβιος καὶ ἴδῃ τέκνον διάδοχον αὐτοῦ. ἐάν τις ἴδῃ, ὅτι τείνεται ἰσχυρῶς ὁ καυλὸς αὐτοῦ καί τις ἐλθὼν κατέσχεν αὐτόν, εἰ μέν ἐστι βασιλεύς, ἡ χώρα αὐτοῦ μεγαλύνεται καὶ ὁ κατασχὼν γνοὺς τὰ μυστήρια αὐτοῦ συνδυναστεύσει αὐτῷ· εἰ δέ ἐστι τοῦ κοινοῦ λαοῦ, αὐξήσει ἕκαστος ἐν τῷ ἐπιτηδεύματι αὐτοῦ. γυνὴ ἐὰν ἴδῃ, ὅτι ἐκτήσατο καυλόν, τέξει τέκνον ἄρσεν δοξάζον τὴν γενεὰν αὐτῆς. ἐάν τις ἴδῃ, ὅτι ἐκτήσατο δύο καυλούς, εὑρήσει τέκνον ἄρσεν μετὰ τὸ πρότερον ἄρσεν, ὃ εἶχεν· εἰ δὲ οὐκ εἶχεν, δύο ἅμα γεννήσει ἄρσενα ἤτοι δίδυμα. ἐάν τις ἴδῃ, ὅτι ἐκαυλοκοπήθη, ἀποθανεῖται ὁ υἱὸς αὐτοῦ καὶ αὐτὸς μετ’ αὐτὸν ταχέως· εἰ δὲ ἴδῃ, ὅτι οὐκ ἀπεκόπη τελείως, ἡ γυνὴ αὐτοῦ τέξει ἄρσεν καὶ ἀποθανεῖται τὸ τεχθέν, αὐτὸς δὲ θλιβήσεται καὶ πάλιν μετασκευάζεται ἡ θλῖψις αὐτοῦ. ἐάν τις ἴδῃ, ὅτι ἐμηκύνθη περισσῶς ὁ καυλὸς αὐτοῦ, χαρὰν ἴδῃ ἐν τῷ τέκνῳ αὐτοῦ καὶ ὀνομαστὸς γενήσεται καὶ μέγας. ἐὰν ἴδῃ, ὅτι ἐσμικρύνθη καὶ ἐμαράνθη ὁ καυλὸς αὐτοῦ, πτωχεύσει ἀποπεσὼν τοῦ ἀξιώματος αὐτοῦ καὶ εἰς νόσον καὶ ἀδυναμίαν τὰ τέκνα αὐτοῦ ἐλεύσονται.

(96.) ϟϛʹ. Ἐρώτημα.

Ἄνθρωπός τις νεόγαμος ἐλθὼν ἠρώτησε τὸν ὀνειροκρίτην Σηρεὶμ τοῦ Μαμοῦν· ‘εἶδον καθ’ ὕπνους, ὅτι ἀπεκόπη ἐξ ἐμοῦ τέλεον ὁ καυλός’. ὁ δὲ εἶπεν· ‘ὅτε τοῦτο ἐθεάσω, ποία ἦν τῶν ὡρῶν;’ καὶ ἀπεκρίθη· ‘ὅτι ἕκτη ἦν’. ὁ δὲ εἶπεν· ‘ἀπὸ ταύτης τῆς ὥρας ἀρίθμησον μῆνας ἓξ καὶ τῷ ἕκτῳ μηνὶ τελευτήσεις ἄτεκνος’. καὶ τελειωθέντος τοῦ ἕκτου μηνὸς ἐγένετο οὕτως.

(97.) ϟζʹ. Ἐκ τῶν Περσῶν καὶ Αἰγυπτίων περὶ καυλοῦ.

Ἐάν τις ἴδῃ, ὅτι ἐπαχύνθη καὶ ἐνεδυναμώθη ὁ καυλὸς αὐτοῦ, εἰ μέν ἐστι κεφαλὴ λαοῦ, ὁ λαὸς αὐτοῦ μέγας καὶ ἰσχυρὸς ἔσται καὶ πλούσιος, εἰ δὲ πτωχὸς ἢ τοῦ κοινοῦ λαοῦ, διαφορὰν εὑρήσει ἐν τῷ ἐπιτηδεύματι αὐτοῦ· ἐὰν δὲ ἴδῃ, ὅτι ἐμηκύνθη περισσότερον, εὑρήσει τιμὴν καὶ δόξαν καὶ πλοῦτον ἀπὸ γυναικός. ἐάν τις ἴδῃ, ὅτι ἐκαυλοκοπήθη, τιμωρηθήσεται μεγάλως καὶ πτωχεύσει· καί, ἂν εὐπορῇ ἵππων, ἀπολέσει αὐτούς. ἐάν τις ἴδῃ, ὅτι ἀνεκαλύφθη καὶ ὤφθη τισὶν ὁ καυλὸς αὐτοῦ, μωμηθήσεται καὶ ἀτιμωθήσεται καὶ θεατρισθήσεται τὸ μυστήριον αὐτοῦ. ἐάν τις ἴδῃ, ὅτι εἰς ἴδιον τόπον ἀνεκαλύφθη κατ’ ἰδίαν, μυστήριον τῆς γυναικὸς αὐτοῦ φανερωθήσεται [ἐν] αὐτῷ. ἐάν τις ἴδῃ, ὅτι δύο ἔσχε καυλούς, γυναῖκα νεωστὶ καὶ τέκνα ἕξει. ἐὰν ἴδῃ τις, ὅτι ἡ γυνὴ αὐτοῦ ἔσχε καυλόν, ἔνδοξον τέκνον ἕξει. ἐάν τις ἴδῃ, ὅτι συγκαθεύδει εὐνούχῳ γνωρίμῳ δίκην γυναικός, καὶ τὸν πλοῦτον αὐτοῦ καὶ τὰ μυστήρια αὐτοῦ καταπιστεύσει αὐτῷ· εἰ δὲ ἀγνωρίστῳ, ἀγαθοποιήσει ἐχθρὸν αὐτοῦ.

(127.) ρκζʹ. Ἐκ τῶν Ἰνδῶν περὶ γυναικῶν.

Ἐάν τις ἴδῃ κατ’ ὄναρ γραῖαν γυναῖκα εὐθαλῆ ἀγνώριστον, ἡ γραῦς αὕτη ἡ τύχη τοῦ ἀνθρώπου ἐστί· καὶ ἐὰν συνουσιάσῃ μετ’ αὐτῆς, τοσοῦτον εὐτυχήσει, ὅσον ἠγαπήθη παρ’ αὐτῆς· εἰ δὲ συνωμίλησε μόνον, τοσοῦτον τελειώσει τὴν ἐπιθυμίαν αὐτοῦ ἐν πᾶσιν, ὅσον ἠγαπήθη παρὰ τῆς γραός· εἰ δὲ γνώριμον, εἰ μέν ἐστι δυσειδής, τοσοῦτο θλιβήσεται, ὅσον συνεπλάκη μετ’ αὐτῆς, εἰ δὲ εὐειδής, μετριώτερον θλιβήσεται. ἀλλὰ καὶ ὁ γέρων ὁ ἀγνώριστος εὐειδὴς ὢν ἡ τύχη τοῦ ἀνθρώπου ἐστί, καὶ ὁ γνώριμος ὡς ἐπὶ τὸ πολὺ εἰς τύχην διακρίνεται τοῦ ἰδόντος. εἰ δὲ νεώτερος ὁ ἀγνώριστος, εἰς πρόσωπον ἐχθροῦ κρίνεται διηνεκῶς· ἀλλὰ καὶ ὁ γνώριμος ἢ εἰς αὐτὸν ἐκεῖνον ἢ εἰς ὅμοιον ἢ εἰς ὁμώνυμον αὐτῷ διακρίνεται.

Τὸ κοράσιον εἰς ἀγαθὸν μέγα καὶ εἰς χαρὰν κρίνεται ἀναλόγως τοῦ κάλλους αὐτῆς. ἐάν τις ἴδῃ περικεκαλυμμένην κόρην τὸ πρόσωπον, ὅτι ὡμίλησεν ἢ ἐλάλησεν αὐτῷ, εὑρήσει χαρὰν καὶ ἀγαθὸν κρυφίως διαλανθάνον τοὺς πολλούς. ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων γυναικῶν τῶν εἰρημένων ἐντύχῃ καὶ ἡ περικάλυψις τοῦ προσώπου εἰς τὸ κρύφιον τῆς χαρᾶς διακρίνεται. ἁπλῷ δὲ λόγῳ εἰπεῖν ἡ κρείττων κρίσις τῆς περὶ γυναικῶν χαρᾶς ἐν ταῖς θεωρουμέναις παρθένοις διακρίνεται. καὶ ἡ ἐν αὐταῖς ἀγνώριστος κρείττων ἐστὶ τῆς γνωρίμου. ἀλλὰ καὶ ἡ ἐξ ἀλοιφῆς εὐειδὴς ἰσχυροτέραν τὴν χαρὰν διακρίνει τῆς ἀκαλλωπίστου. ἀλλὰ καὶ ἡ ἀγνώριστος ἑταιρὶς τῆς γνωρίμου

καλλίων διακρίνεται.

Καὶ ὅσον συνουσιάζει τις κατ’ ὄναρ ἑταίραις γυναιξί, τοσοῦτον πλουτήσει φιλόκοσμος ὤν· ἐπὶ δὲ τῶν εὐλαβῶν καὶ ἀναχωρητῶν τοῦτο εἰς θλῖψιν κρίνεται. ἐὰν ἴδῃ τις, ὅτι συνουσίασε πόρνῃ, αὐξήσει μὲν εἰς τὸν πλοῦτον αὐτοῦ, ἐξ ἀδικίας δέ. ἐὰν ἴδῃ τις, ὅτι συνουσίασε τῇ γυναικὶ αὐτοῦ ἕτερος γνώριμος, εὑρήσει καὶ αὐτὸς καὶ ἡ γυνὴ αὐτοῦ καὶ οἱ συγγενεῖς παρὰ τοῦ συνουσιάσαντος πλοῦτον καὶ πᾶσαν χρείαν βοηθείας. ἐὰν δὲ μόνον ἴδῃ, ὅτι ἐφίλησεν ἢ συνωμίλησεν, οὐ μέντοι δὲ συνουσίασεν, εὑρήσουσιν ἐξ αὐτοῦ βοήθειαν διὰ λόγου μόνου. ἐὰν ἴδῃ τις, ὅτι συνουσίασε γυναικὶ ὡραίᾳ, εὑρήσει τῷ ἔτει ἐκείνῳ χαρὰν καὶ πλοῦτον· ἐὰν δὲ ἀγνώριστός ἐστι, πλέον εὑρήσει. ἐὰν ἴδῃ τις, ὅτι συνουσιάζων γυναικὶ εὗρεν αὐτὴν ὡς ἄνδρα κατὰ τὰ κρυπτά, εὑρήσει χαρὰν τοῦ ἔτους ἐκείνου καὶ τεκνώσει τέκνον ἄρσεν ἐξευγενίζον τὴν γενεὰν αὐτοῦ πᾶσαν. ἐὰν ἴδῃ τις, ὅτι ἡ ἰδία γυνὴ ἢ ἑτέρα ἢ παλλακὴ συνουσιάζουσα αὐτῷ ἐφόρει ῥυπαρὰν ἐσθῆτα, ταπεινωθήσεται οὗτος καὶ καταδουλωθήσεται τοῖς ἐχθροῖς αὐτοῦ.

Ἐάν τις ἴδῃ, ὅτι ἡ γυνὴ αὐτοῦ ἔτεκεν ἄρσεν ἐγκύμων οὖσα, τέξει θῆλυ καὶ θλιβήσεται ὁ ἰδών· εἰ δὲ οὐκ ἦν ἐγκύμων καὶ εἶδεν, ὅτι ἔτεκεν ἄρσεν, εὑρήσει θλῖψιν καὶ λύπην μεγίστην. ἐὰν δὲ ἴδῃ, ὅτι ἔτεκε θῆλυ ἐγκύμων οὖσα, τέξει ἄρσεν καὶ χαρήσεται· εἰ δὲ οὐκ ἦν ἔγκυος καὶ εἶδεν, ὅτι ἔτεκε θῆλυ, εὑρήσει θησαυρὸν καὶ πλοῦτον καὶ χαράν. ἐάν τις ἴδῃ, ὅτι ἔγκυος ἐγένετο ἡ γυνὴ αὐτοῦ ἢ αὐτὸς ἐκεῖνος ἐγένετο ἔγκυος, εὑρήσει νέον πλοῦτον καὶ χαρήσεται.

Ἐάν τις ἴδῃ, ὅτι ἐξωνήσατο ἄρσεν δοῦλον μικρόν, εὑρήσει μέριμναν καὶ θλῖψιν· ἐὰν δὲ ἴδῃ, ὅτι θῆλυ δοῦλον ἠγόρασεν, εὑρήσει χαράν.

Ἐάν τις ἴδῃ, ὅτι θηλάζει ἄρσεν ἄνθρωπός τις ἢ αὐτός, δέσμιος εἰς φυλακὴν γενήσεται.

Γνωστέον, ὅτι αἱ καθ’ ὕπνους θεωρίαι τῶν γυναικῶν πασῶν, μικρῶν τε καὶ μεγάλων, εἰς χαρὰν διακρίνονται ἀνάλογον τοῦ κάλλους.

Καὶ ὃ ἐὰν ἴδῃ παιδίον ἀνήλικον, εἰς πρόσωπον ἡ διάκρισις τῆς μητέρος. ἐὰν ἴδῃ παιδίον, ὅτι ἀπέθανεν, ἡ μήτηρ τοῦ παιδίου εὑρήσει μὲν ἐξουσίαν, ἀπολέσει δὲ τὴν πίστιν αὐτῆς. ἐὰν ἴδῃ παιδίον, ὅτι ἔφαγε κρέας ἡ μήτηρ αὐτοῦ ὀπτόν, καταπλακήσεται αὕτη εἰς πορνείαν καὶ πολυλογία γενήσεται ἐν αὐτῇ διὰ τὸ ὀπτόν· καὶ ἐπεὶ ἔφαγεν, εἰς ἀλήθειαν ἔσται τὸ πρᾶγμα. ἐὰν ἴδῃ, ὅτι ἔφαγε κρέας ὠμὸν ἡ μήτηρ αὐτοῦ, εἰς φανερὰν πορνείαν ἥξει ἀναμφιβόλως.

(128.) ρκηʹ. Ἐκ τῶν Περσῶν καὶ Αἰγυπτίων περὶ γυναικῶν.

Ἐάν τις ἴδῃ, ὅτι συνουσίασε γραΐ, εὑρήσει ἐξουσίαν ἀπὸ ἐξουσίας ἀρχαίας· εἰ δὲ ἴδῃ, ὅτι παρεκάλει αὐτὴν ἢ ἐδήλου μόνον, οὐκ ἐπλήρωσε δὲ τὴν ἐπιθυμίαν αὐτοῦ, κοπωθήσεται οὗτος εἰς πρᾶγμα ἀδύνατον, ὃ οὐ μὴ ἀποτελέσει. ἐάν τις ἴδῃ,ὅτι συνουσίασεν εὐνούχῳ ἢ νεανίᾳ γνωρίμῳ, τὸ μυστήριον αὐτοῦ ἀναθήσει αὐτοῖς καὶ ἀγαθοποιήσει αὐτούς. ἐὰν ἴδῃ, ὅτι ἐπιάσθη μετὰ τῶν εἰρημένων προσώπων, τὸ μυστήριον αὐτοῦ θεατρισθήσεται. ἐὰν ἴδῃ, ὅτι ἐκοιμήθη μετὰ γυναικὸς εὐειδοῦς, εἰ μὲν ἔχει γεώργια, χαρήσεται ἐν αὐτοῖς πολλαπλασίως, εἰ δὲ οὐκ ἔχει, γῆς καλῆς καὶ πλείστης δεσπόσει. ἐάν τις ἴδῃ, ὅτι συνουσίασε παρθένῳ, εἰ μέν ἐστι βασιλεύς, εὑρήσει χαρᾶς καὶ ἐπιθυμίας τῆς πρώτης αὐτοῦ τὸ πλήρωμα, εἰ δὲ τοῦ κοινοῦ λαοῦ, εὑρήσει πλοῦτον ἔμφοβον ἀπὸ ἐξουσίας.

Ἐὰν ἴδῃ τις γυναῖκα εὔστολον εὐειδῆ ἐν τῷ οἴκῳ αὐτοῦ, ἰδίαν ἢ ἀλλοτρίαν, ὅτι συμπαίζει αὐτῷ καὶ συναποδέχεται αὐτήν, εἰ μέν ἐστι βασιλεὺς ἢ μέγιστος, εὑρήσει ἐνιαυτὸν κατὰ τὴν ἐπιθυμίαν αὐτοῦ εἰς πάντα συνερχόμενον. εἰ δὲ ἴδῃ, ὅτι ἐκράτει τῶν μασθῶν αὐτῆς καὶ ἐξέμαξε γάλα, χαρὰν μεγάλην κομιεῖται ἐν τῷ ἐνιαυτῷ ἐκείνῳ, ἀλλὰ καὶ ἡ γυνὴ ἐκείνη μεγάλως συγχαρήσεται αὐτῷ· εἰ δὲ τοῦτό τις τοῦ κοινοῦ λαοῦ

ἴδῃ, εὑρήσει πλοῦτον ἐνιαύσιον ἕκαστος ἐν τῷ ἐπιτηδεύματι αὐτοῦ· εἰ δὲ δοῦλος ἴδῃ τοῦτο, ἐλευθεροῦται ταχέως, εἰ δὲ πτωχός, πλουτήσει.

Ἐὰν ἴδῃ τις, ὅτι συνουσίασε πόρνῃ γνωρίμῳ, εἰ μέν ἐστι βασιλεύς, εὑρήσει χαρὰν καὶ κρύψει αὐτήν, εἰ δὲ τοῦ κοινοῦ λαοῦ, καὶ οὗτος πλειόνως χαρήσεται καὶ πλουτήσει. ἐὰν ἴδῃ βασιλεὺς ἢ μεγιστᾶνος, ὅτι συνουσίασεν ὑπάνδρῳ, τὴν γενεὰν αὐτῆς ὑψώσει καὶ πλουτίσει καὶ τὴν ἀξίαν τοῦ ἀνδρὸς ὑψώσει, καθ’ ὅσον ἐξεχύθη καὶ ἐπλατύνθη ἡ φήμη τῆς κερατώσεως· εἰ δὲ τοῦ κοινοῦ λαοῦ, ὁμοίως χαρήσεται ἡ γενεὰ αὐτῆς παρὰ τοῦ συνουσιάσαντος· πτωχὸς ἐὰν ἴδῃ τοῦτο, μᾶλλον πλουτήσει ἐξ αὐτῆς.

Ἐὰν ἴδῃ τις, ὅτι ἐγκυμονήσασα ἡ γυνὴ αὐτοῦ ὠγκώθη, εἰ μέν ἐστι βασιλεύς, τοὺς θησαυροὺς αὐτοῦ πληρώσει χρυσίου μετὰ μερίμνης, εἰ δὲ τοῦ κοινοῦ λαοῦ, εὑρήσει ἕκαστος διαφορὰν ἐν τῷ ἐπιτηδεύματι αὐτοῦ. ἐὰν ἴδῃ ὁ βασιλεύς, ὅτι ἔτεκεν ἄρσεν ἡ αὐγοῦστα, μανδάτον ἐναντίον ἐξ ἐναντίων δέξεται· εἰ δὲ τοῦ κοινοῦ λαοῦ, μέριμναν καὶ θλῖψιν καὶ νόσον εὑρήσει. ἐὰν ἴδῃ ὁ βασιλεύς, ὅτι ἔτεκεν ἡ αὐγοῦστα θῆλυ, ἀλλοτρίων βασιλέων θησαυροὺς ἀνερευνήσει καὶ πατάξει ἐχθρὸν αὐτοῦ. ἐὰν ἴδῃ ὁ βασιλεύς, ὅτι ἐκεῖνος αὐτὸς ἐγένετο ἔγκυος, ὁ στρατὸς αὐτοῦ αὐξήσει καὶ ἄλλων ἀρχῶν κατακυριεύσει. ἐὰν ἴδῃ ὁ βασιλεύς, ὅτι ἔτεκεν ὡς γυνή, κἄν τε ἄρσεν κἄν τε θῆλυ, ἀπολέσει μίαν τῶν πολιτειῶν αὐτοῦ καὶ στρατὸν πλεῖστον παρ’ ἐχθρῶν καὶ εἰς θλῖψιν καὶ μέριμναν ἥξει· εἰ δὲ τοῦ κοινοῦ λαοῦ τοῦτο ἴδῃ καὶ ὅτι θηλάζει αὐτό, τιμωρηθήσεται καὶ ζημιωθήσεται παρὰ τοῦ ἐξουσιάζοντος.

Ἐάν τις ἴδῃ, ὅτι ἐκτήσατο νεωστὶ πλεῖστα κοράσια ἐν τῷ οἴκῳ αὐτοῦ, εἰ μέν ἐστι βασιλεὺς ἢ μεγιστᾶνος, εὑρήσει ἀλλότριον πλοῦτον καὶ χαρὰν ἐν χρόνοις ἰσαρίθμοις τῶν κορασίων· εἰ δὲ πλῆθός εἰσι πολύ, εἰς μῆνας διακρίνεται. εἰ δὲ τοῦ κοινοῦ λαοῦ ἴδῃ τις τοῦτο παρὰ συνήθειαν, εὑρήσει πλοῦτον καὶ μέριμναν.

Ὅσα ἴδῃ παιδία ἀνήλικα, τοῦ μὲν ἄρσενος εἰς πρόσωπον τῆς μητρὸς διακρίνεται, τοῦ δὲ θήλεος εἰς πρόσωπον τοῦ πατρός.

Ἐὰν ἴδῃ τις, ὅτι ἡ γυνὴ αὐτοῦ εἰς πορνείαν ἐφωράθη, νοσήσει αὕτη καὶ μισηθήσεται παρὰ τοῦ ἀνδρός· ἐὰν ἴδῃ, ὅτι γνώριμος ἦν ὁ πορνεύσας αὐτήν, δεηθήσεται αὐτοῦ καὶ εἰσακουσθήσεται, εἰ δὲ ἀγνώριστος, ἐχθρός ἐστι καὶ καταδουλωθήσεται αὐτῷ. ἐὰν ἴδῃ τις, ὅτι ἡ θυγάτηρ αὐτοῦ ἐκλάπη ἀπὸ μοιχοῦ γνωρίμου, ὑφελεῖ δολίως ὁ κλέψας ἐκ τοῦ πλούτου τοῦ πατρὸς τῆς ἁρπαγείσης κόρης, εἰ δὲ ἀγνωρίστου, ἐχθρὸς αὐτοῦ ὑφελεῖ ὁμοίως ἐκ τῆς ὑπάρξεως αὐτοῦ.

Ἐάν τις ἴδῃ, ὅτι συνουσίασε μητρὶ ἢ ἀδελφῇ, ἀνάξιον ἀγαθοποιήσει ψεγόμενος καὶ μεταγινώσκων. ἐάν τις ἴδῃ, ὅτι ἠγόρασε κόρην καὶ συνέλεξεν αὐτὴν τῇ συμβίῳ αὐτοῦ ἀρεσθεὶς καὶ ἀγαπήσας αὐτήν, εὑρήσει ἐξουσίαν μεθ’ ἑτέρας ἐξουσίας,

ἣν πρώην ἐκέκτητο.

Ἐὰν ἴδῃ τις, ὅτι στολίζει τὴν γυναῖκα αὐτοῦ στολὴν ὑπὲρ τὴν δύναμιν τοῦ πλούτου αὐτοῦ, κοσμήσει τὸ ἀξίωμα αὐτοῦ καὶ τὸ ἐπιτήδευμα πρὸς δόξαν αὐτοῦ. ἐὰν ἴδῃ, ὅτι βραχιόνια ἔβαλε χρυσᾶ ἐν τοῖς βραχίοσιν αὐτῆς, εὑρήσει ὀξὺ νόσημα εἰς τὴν γυναῖκα αὐτοῦ καὶ στενοχωρίαν. ἐὰν ἴδῃ, ὅτι ἐστεφάνωσε τὴν κεφαλὴν τῆς γυναικὸς αὐτοῦ στεφάνῳ χρυσῷ μόνον, εἰς νόσον καὶ λύπην ἥξει ὁ ἀνὴρ αὐτῆς· κεφαλὴ γὰρ τῆς γυναικὸς ὁ ἀνήρ. εἰ δὲ ἔχει ὁ στέφανος μαργαρίτας καὶ λίθους ἐν τῷ χρυσῷ, εἰς νόσον μετρίαν ἥξει καὶ χαρήσεται ὕστερον διὰ τοὺς λίθους καὶ τοὺς μαργαρίτας. εἰ δὲ ἴδῃ, ὅτι δακτυλίοις περιέβαλεν αὐτήν, ἐπιθυμία, ἣν ἐπιθυμοῦσιν ἀμφότεροι, τελειοῦται. ἐὰν ἴδῃ γυνή, ὅτι ἀπώλεσεν ἢ ἔκλασεν τὸν στέφανον αὐτῆς, χηρεύσει ταχέως· ἐὰν δὲ ἴδῃ, ὅτι ἔλαβεν ἕτερον, ἑτέρῳ συζευχθήσεται. ἐὰν ἴδῃ, ὅτι ἀπώλεσε τοὺς δακτυλίους αὐτῆς, ἀπολέσει ἐκ τοῦ πλούτου αὐτῆς καὶ ἐν πτωχείᾳ τελευτήσει. ἐὰν ἴδῃ, ὅτι ἀπώλεσε τὰ βραχιόνια αὐτῆς, ἀπὸ στενοχωρίας εἰς χαρὰν ἥξει. ἐὰν ἴδῃ τις, ὅτι ἱματίοις ἐρυθροῖς ἐνέδυσε τὴν γυναῖκα αὐτοῦ, χαρὰν εὑρήσει καὶ τέξει ἄρσεν. ἐὰν ἴδῃ γυνή, ὅτι τῆς ἀνδρικῆς στολῆς ἐφόρεσέ τι δίχα τῶν ὑποδημάτων, εἰ μέν ἐστιν ἔγκυος, τέξει ἄρσεν, εἰ δὲ μή, λήψεται ἄνδρα· τὰ γὰρ ὑποδήματα εἰς θλῖψιν καὶ στενοχωρίαν ἐν πᾶσι τοῖς ἔργοις αὐτῆς εἰσιν. εἰ δὲ ἔχει ἄνδρα, μαχήσεται τῷ ἀνδρὶ δι’ αἰτίαν δούλου αὐτῆς. ἐὰν δὲ ἴδῃ, ὅτι νεωστὶ ἐνώτια δέδωκεν αὐτῇ ὁ ἀνὴρ αὐτῆς, εἰ μέν ἐστιν ἔγκυος, τέξει θῆλυ, εἰ δὲ μή, συλλήψεται καὶ τέξει θῆλυ· εἰ δὲ ἄνδρα οὐκ ἔχει, δούλην κτήσεται εἰς χαρὰν αὐτῆς. ἐὰν δὲ ἴδῃ, ὅτι ἐκλάσθη τὰ ἐνώτια αὐτῆς, νοσήσει ἡ θυγάτηρ ἢ ἡ δούλη αὐτῆς ἡ πιστή· εἰ δὲ ἐχαώθησαν ἢ ἐκλάπησαν, θλιβήσεται ἐπὶ τῇ θυγατρὶ ἢ ἐπὶ τῇ δούλῃ αὐτῆς.

(Ed., F. Drexl, Achmetis Oneirocriticon, Leipzig, 1925)

Διγενής και Μαξιμού / Digenis et Maximou

Posted in Medieval Greek Literature on Οκτώβριος 22, 2008 by Le grand écrivain

Καὶ ἐγὼ … ἐστάθην εἰς λιθάριν

καὶ ἔμπηξα τὸ κοντάριν μου καὶ ἐστάθηκα καὶ ἐθεώρουν

τὸ πότε νὰ ἔλθουν εἰς ἐμὲν καὶ Γιαννάκης

καὶ σὺν καὶ Μαξιμοὺ καὶ ἦτον καὶ γαυριασμένη. (1485)

Φαρὶν ἐκαβαλίκευσε, πολλὰ ἦτον ὡραῖον·

ἡ χύτη καὶ τὸ οὐράδιν του μὲ τὴν χινέαν βαμμένα,

τὰ τέσσερά του ὀνύχια ἀσήμιν τσαπωμένα,

τὸ χαλινάριν της πλεκτὸν μὲ τὰ χρυσὰ λιλούδια.

Καὶ ἡ φορεσία της θαυμαστὴ ἦτον, παραλλαγμένη· (1490)

λουρίκιν ἀργυρὸν φορεῖ διὰ λίθων πολυτίμων,

καὶ τὸ κασίδι χυμευτὸν ἦτον, παραλλαγμένον,

μὲ τὰ χρυσὰ μετώπια, μὲ τοὺς χρυσοὺς τοὺς κόμπους·

τουβία ὀξυκάστορα μὲ τὸ μαργαριτάριν

καὶ τὰ ποδηματίτσια της χρυσὰ διακεντισμένα, (1495)

τὰ καύκαλα ἦσαν χυμευτὰ καὶ οἱ πτέρνες μὲ τοὺς λίθους.

Πέντε τὴν ἐπαρέτρεχον ἀπόθεν καὶ ἀπεκεῖθεν

καὶ ἐκ τὰ ἱππάρια ἐγνώρισα καὶ ἐκ τῆς φορεσίας

ἦτον ὁ Φιλοπαππούς, Κίνναμος καὶ Γιαννάκης

καὶ ὁ θαυμαστὸς ὁ Λίανδρος μετὰ τὸν Μιλιμίτσην. (1500)

Καὶ ὅταν ἐσίμωσαν τοῦ ποταμοῦ τὸ χεῖλος,

τότε στραφοῦσα ἡ Μαξιμοὺ τὸν γέρονταν ἐλάλει:

«Ποῦ εἶναι τὰ φουσάτα του τὰ θέλω πολεμήσει

καὶ ποῦ εἶναι οἱ καβαλάροι του, ποῦ ’ναι οἱ ἀνδρειωμένοι

τοὺς θέλω πολεμήσει;

Καὶ ὁ γέρων ὁ Φιλοπαπποὺς τὴν Μαξιμοὺν ἐλάλει:

« Θωρεῖς αὐτὸν τὸν ἄγουρον ποὺ στέκει εἰς τὸ λιθάριν

καὶ ἔστησεν τὸ κοντάριν του καὶ ἀπάνου του ἀκουμπίζει;

Ἐκδέχεται νὰ ὑπάγωμεν ὅλοι ἀπάνου εἰς αὖτον,

κἂν τάχα μοναχὸς ἐστίν, ἐμᾶς οὐδὲν φοβᾶται. (1510)

Ἂν εὕρη τόπον νὰ ἐμπῆ εἰς τὸν λαόν μας μέσα,

ὥσπερ πετρίτης ἄχρωμος, ὅταν ἐμπῆ εἰς κυνήγιν,

καὶ χύση τὸ πτερούγιν του καὶ τὰ ὄρνεα ἀποκτείνη,

οὕτως ἐμᾶς ἂν γυριστῆ, τινὰς νὰ μὴν τὸν δώση.

Ἀλλὰ ἂς προκαρτερέψωμεν καὶ τότε ἂς τὸν ἰδοῦμε (1515)

καὶ νὰ τὸν περιφέρωμε, καὶ οὐ μὴ καβαλικεύση·

εἰ δὲ καθίση εἰς ἄλογον, ἀπιλογίαν μᾶς κάμνει. »

Καὶ τότε ἡ κούρβα ἡ Μαξιμοὺ τὸν γέροντα ἀτιμάζει:

«Ἔβγα ἀπ’ ἐδῶ, λυσσόγερε, υἱὲ τῆς ἀπωλείας·

ὡς καὶ ἀπ’ τὰ γέρα τὰ πολλὰ ὁ κῶλος σου ἐτσιγκρίασε. (1520)

Ἐγὼ ἔλεγα φουσάτα ἔχει καὶ ἀγούρους ἀνδρειωμένους,

καὶ ἐπῆρα τὰ φουσάτα μου καὶ ἦλθα νὰ πολεμήσω.

Ἐγὼ μόνη καὶ μοναχὴ νὰ κατεβῶ εἰς αὖτον,

νὰ κόψω τὸ κεφάλιν του καὶ ἐδῶ νὰ σᾶς τὸ φέρω,

νὰ ἐπάρω τὸ κοράσιον καὶ ἐδῶ νὰ σᾶς τὸ φέρω, (1525)

νὰ ἐπάρω τὴν πεθύμιαν σας καὶ ἐδῶ νὰ σᾶς τὴν φέρω

καὶ ἐσεῖς μὴ κουρασθῆτε.»

Καὶ σύντομα ἐπιλάλησεν τὸν ποταμὸν περάσει

καὶ ἐγὼ δὲ τὴν ἐλάλησα φωνὴν ἀπὸ μακρόθεν:

«Αὐτόθε στέκου, Μαξιμού, ὅθεν μηδὲν περάσης. (1530)

Τοὺς ἄνδρας πρέπει νὰ περνοῦν, ἀμὴ ὄχι τὰς γυναίκας.

Περάσειν ἔχω, Μαξιμού, ὡς διὰ σὲν τὸ ποτάμιν

καὶ νὰ σοῦ ἀντιμέψωμεν, ὡς καὶ τὸ δίκαιον ἔχεις.»

Τὸν γρίβα μου ἐπιλάλησα τὸν ποταμὸν περάσει,

καὶ εἶχεν νερὸν ὁ ποταμὸς πολὺν καὶ βουρκωμένον (1535)

καὶ ἐξέπεσεν ὁ γρίβας μου καὶ ἐχώθην ἕως τραχήλου·

καὶ δένδρον ἔπεψεν ὁ Θεὸς ἀπέσω εἰς τὸ ποτάμιν,

καὶ ἂν εἶχεν λείπειν τὸ δενδρόν, ἐπνίγετον ὁ Ἀκρίτης.

Καὶ ὡς εἶδεν τοῦτο ἡ Μαξιμού, ἀπάνω μου ἐκατέβη·

κοντάριν ἐμαλάκιζεν τὴν κονταρέαν μὲ δώσει (1540)

καὶ ταῦτα τὸ κοντάριν της ἔριψα παρὰ μία

καὶ σύντομα ἔριψα ραβδίν, τὴν Μαξιμοὺν ἐλάλουν:

«Ἐλεῶ τὰ κάλλη σου, κυρά, βλέπε μὴ κινδυνεύσης·

ἀλλὰ ἂς δώσω, τὴν φάραν σου ραβδέαν

καὶ ἐκ τὴν ραβδέαν, Μαξιμού, νόησε μὲ τίναν ἔχεις.» (1545)

Καὶ ἐγὼ ραβδέαν ἔδωσα τὴν φάραν ’ς τὰς κουτάλας

καὶ ἀνάσκελα ἐξήπλωσεν ἡ θαυμαστὴ ἡ φάρα.

Καὶ τότε πάλι ἡ Μαξιμοὺ οὕτως μὲ παρεκάλει:

«Κύρκα, φοβήσου τὸν Θεὸν καὶ ἀπὲ συμπάθησέ μου

καὶ ἂς φέρουν πάλιν ἄλογον, διὰ νὰ κάτσω ἀπάνω (1550)

καὶ νὰ νοήσης, ἄγουρε, καὶ τὴν ἐμὴν ἀνδρείαν.»

Καὶ ἐγὼ αὐτὴν παραχωρῶ ἵνα καβαλικεύση·

καὶ ἂν ἔνι ἡ γεῦσις ἔμνοστος, πάλιν ἂς δευτερώση.

Τὸν Λίανδρον ἐφώνιαζεν καὶ φέρνει της ἱππάριν,

πηδᾶ κ’ ἐκαβαλίκευσε καὶ παίρνει καὶ κοντάριν (1555)

καὶ ἀπὸ μακρέα μ’ ἐφώναζε: «Ἐδὰ σὲ βλέπω, Ἀκρίτη.»

Καὶ τὸ κοντάρι ἐμάκρυνε τὴν κονταρίαν μὲ δώσει.

Σπαθέαν τῆς φάρας ἔδωκα ἀπάνω εἰς τὸ κεφάλιν·

τὰ δύο μέρη ἐσχίσθησαν καὶ ἔπεσαν παρὰ μίαν·

ἦτον καὶ σέλα πάντερπνος, ὅλη κατεζουλίστην, (1560)

καὶ ἀπέμεινεν ἡ Μαξιμού, πεζή, ἐλεεινὴ εἰς τὸν κάμπον.

Τὸ ὑπόδημά μου ἐφίλησεν καὶ οὕτως μὲ παρεκάλει:

«Κύρκα, φοβήσου τὸν Θεόν, πάλιν συμπάθησέ με

εἰς τὴν μωρίαν τούτην·

παρὰ σαλῶν καὶ ἄτακτων ἀνθρώπων ἐδιδάχθην· (1565)

καὶ ἐσὺ μόνος μὲ κέρδισε καὶ ἄλλος μὴ μὲ κερδίση.»

Καὶ ἐγὼ τὴν Μαξιμοὺ οὕτως ἀπιλογήθην:

«Μὰ τὸν Θεόν, ἡ Μαξιμού, οὐκ ἔν’ τὸ ἐνθύμημά σου·

τὴν κόρην τὴν ἐγὼ φιλῶ τῶν εὐγενῶν ὑπάρχει·

ἔχει γὰρ πλοῦτος ἄπειρον καὶ συγγενοὺς ἐνδόξους (1570)

καὶ ἀδέλφια πολυορεκτικὰ καὶ ἀδελφοὺς πλουσίους,

καὶ πάντας ἐξηρνήσατο καὶ μετὰ μέναν ἦλθεν·

καὶ ὁ Θεὸς ὁ πάντων δυνατὸς αὐτὸς νὰ μᾶς χωρίση.

Εἰ δὲ ἂν ὁρμῆς νὰ πορνευθῆς, ἐγὼ νὰ σοῦ τὸ ποίσω.»

Καὶ ἐπέζευσα τὸν μαῦρον μου καὶ λύω τ’ ἄρματά μου, (1575)

καὶ τὸ ἐπεθύμα ἡ Μαξιμοὺ γοργὸν τῆς τὸ ἐποῖκα·

καὶ ἀπείτις τῆς τὸ ἔκαμα τῆς Μαξιμοῦς τῆς κούρβας,

εὐθὺς ἐκαβαλίκευσα καὶ ἐπῆγα εἰς τὸ κοράσιον.

Καὶ τότε τῆς βεργόλικος ἄκο τὸ τί τῆς λέγω:

«Εἶδες, ὀμμάτια μου καλά, τί ἀνδραγαθίας ἐποῖκα;» (1580)

Καὶ τότε τὸ κοράσιον ἄκου τὸ τί μοῦ λέγει:

«Εἶδα σε, ὀμμάτια μου καλά, τὸ φῶς τῶν ὀφθαλμῶν μου,

τὸ πῶς ἐμονομάχησες ὅλους τοὺς ἀπελάτας,

καὶ ὅταν ἐμονομάχησες τὴν Μαξιμοὺν τὴν κόρην·

καὶ εἰς τὸ στενὸν τὸ πέραμαν, εἰς τὸ βαθὺν τὸ ρυάκιν, (1585)

πολλὰ πολλὰ μοῦ ἄργησες· πιστεύω νὰ τὴν εἶχες.»

Καὶ τότε τὴν βεργόλικον οὕτως τὴν συντυχαίνω:

«Ὡς ἔδωσα τὸ ἱππάριν της τὴν ὕστεραν ραβδέαν,

ἐξέπεσεν ἡ Μαξιμοὺ ἀπὸ τὸ ἱππάριν κάτω·

ἦτον καὶ σέλα πάντερπνος, ὅλη κατεζουλίστην, (1590)

καὶ πίστευσέ με, λυγερή, ὅτι ἀλήθειαν σὲ λέγω,

ὅτι πολλὰ ἐλυπήθηκα τὰ δύο της τὰ φαρία.»

Καὶ τότε τὸ κοράσιον ἐγέλασε μεγάλως,

στρεφνά, γλυκέα μ’ ἐφίλησε καὶ ἐμὲν ἐσυχνοφίλει.

Καὶ τότε τὸ κοράσιον οὕτως τὸ συντυχαίνω: (1595)

«Μετὰ τὸ φθείρειν Μαξιμοὺν τρία κακὰ τὴν ἐποῖκα·

πρῶτον μὲν ὅτι εἶχα την, δεύτερον ὅτι ἐντράπη,

τρίτον καὶ περισσότερον ἐχάσε τὴν ἀνδρείαν της

καὶ πομπεμένη ἀπόφευγεν ἀπὸ τὸν Μιλιμίτσην.»


Διασκευή του Escorial. Ed., E. JEFFREYS, Digenis Akritis, The Grottaferrata and Escorial versions, Cambridge, 1998.


***


« Alors Maximou, la putain, couvre d’opprobre le vieux

‘Va-t-en d’ici, vieil enragé, enfant de perdition,

ta queue, tant tu es vieux, est tu pleine de rides !

Je pensais : ‘il a une armée, des valeureux guerriers’,

J’ai donc pris mon armée, je viens livrer bataille.

Moi seule, moi toute seule, j’irai attaquer celui-là,

Et je lui couperai la tête, je l’amènerai ici,

Et je prendrai la jeune fille, je l’amènerai ici,

j’ aurai l’objet de votre désir, je l’amènerai ici,

vous, ne vous fatiguez pas.’

Aussitôt elle lance le cheval pour passer la rivière ;

Je la poursuis de mes cris, je dis ces mots de loin :

‘Ne passe pas de ce côté, arrête là, Maximou !

C’est aux hommes de traverser, sûrement pas aux femmes !

Je traverserai pour toi la rivière, Maximou :

je vais te récompenser d’une façon digne de toi.’

J’ai excité mon moreau à passer la rivière :

la rivière était pleine d’eau et elle était très trouble,

et mon moreau tombe dans l’eau et s’enfonce jusqu’au cou.

Mais Dieu a envoyé un arbre au beau milieu du fleuve :

Akritas se serait noyé s’il n’y avait eu cet arbre.

Lorsqu’elle voit cela, Maximou se précipite contre moi,

et elle brandit la lance pour m’en donner un coup.

Mais à l’instant je fais tombeur sa lance, et, en un coup,

je fais tomber sa massue ; je parle à Maximou :

‘J’ai pitié de ta beauté ; ma dame, gare au danger !

Sur ton cheval, Maximou, j’abattrai ma massue

et par ce coup, Maximou, comprends quel homme je suis !’

Je donne un coup de massue sur les dos du cheval,

et ce merveilleux destrier tombe alors sur le dos.

A ce moment, Maximou me supplie avec ces mots :

‘Accorde-moi ton pardon, et crains Dieu, jeune seigneur ;

accorde qu’ils m’amènent un cheval, que je puisse le monter,

que tu comprennes alors, jeune brave, quelle est aussi ma valeur.’

Alors j’ai consenti qu’elle monte à cheval :

si le goût est savoureux, qu’elle en goûte à nouveau !

Elle lance un ordre à Liandros, qu’il lui amène une monture,

elle monte à cheval, galope et prend son javelot ;

de loin elle dit en criant : ‘je te vois, Akritas !’

Alors elle tend son javelot pour m’en donner un coup,

et je donne un coup d’épée au cheval, sur la tête :

les deux morceaux se séparent, ils tombent à l’instant ;

la selle, qui était fort jolie, en est toute déformée,

et Maximou, reste à pied, misérable dans la plaine.

Elle embrasse donc ma chaussure et me supplie ainsi :

‘Pardonne-moi à nouveau, et crains Dieu, jeune seigneur ;

pour cette bêtise,

car par des hommes idiots, sans règle, j’ai été instruite.

Que personne d’autre ne me prenne, car seul tu m’as gagnée !’

Et là-dessus, à Maximou je réponds en cette guise :

« Ton désir, ô Maximou, est impossible, par Dieu,

car la fille, celle que j’aime, descend d’une noble famille :

elle a une richesse immense et des parents glorieux

et des frères fort plaisants, des frères qui sont très riches :

elle a renoncé à eux tous pour venir avec moi ;

Dieu seul, qui sur tout a pouvoir, pourrait nous séparer.

Si tu désires donner ton corps, je peux te faire l’amour.’

Je descends de mon moreau et enlève mon armure,

ce que Maximou désirait, je lui ai fait en hâte.

Et après que j’eus fait l’amour à Maximou la putain,

je suis vite remonté à cheval pour aller chez ma belle.

A la fille souple comme un jonc, écoute ce que j’ai dit :

‘As-tu vu, mes très beaux yeux, quels exploits j’ai accomplis ?’

Et là-dessus la jeune fille, écoute ce qu’elle m’a dit :

‘Oui, j’ai vu, mes très beaux yeux, lumières de mes prunelles,

comment tu as lutté en duel contre tous les apélates,

lorsque tu as lutté en duel contre Maximou, la fille ;

mais dans le passage étroit, dans le ruisseau profond,

tu as vraiment beaucoup tardé : je pense que tu l’as eue.’

A la fille souple comme un jonc j’ai parlé de cette manière :

‘Lorsque j’ai donné à sa monture le dernier coup de massue,

Maximou est tombée à terre, en bas de sa monture.

La selle, qui était fort jolie, en fut toute déformée,

et crois à mes paroles, svelte fille, car je te dis le vrai,

j’ai eu une grande pitié pour ses deux destriers.’

Mais à ce point la jeune fille éclate d’un grand rire,

elle m’enlace doucement, étroitement et avec fougue m’embrasse.

Et moi, à la jeune fille j’ai parlé de cette sorte :

‘Une fois déflorée, j’ai infligé trois maux à Maximou :

en premier lieu, je l’ai prise ; puis, elle a été humiliée,

et pour finir, le plus grave, elle a perdu sa vaillance :

pleine de honte de Milimitsis elle s’est alors éloignée.’»


La Traduction française : L’Akrite. L’épopée byzantine de Digénis Akritas. Versions grecque et slave, sous la direction de P. ODORICO, Toulouse, 2002.