Ῥωμανός ὁ Μελωδός, Eἰς τὴν πόρνην

Pieter Brueghel der Ältere, Turmbau zu Babel (1563)

Ῥωμανός ὁ Μελωδός

Eἰς τὴν πόρνην


ἰδιόμελον, φέρον ἀκροστιχίδα τήνδε· τοῦ ταπεινοῦ Ῥωμανοῦ· ἦχος πλ. δʹ.

Προοίμιον I

Ὁ πόρνην καλέσας    θυγατέραν, Χριστὲ ὁ Θεός,  (1)

υἱὸν μετανοίας    κἀμὲ ἀναδείξας,

δέομαι, ῥῦσαί με    τοῦ βορβόρου τῶν ἔργων μου.

Προοίμιον II

Κατέχουσα ἐν κατανύξει    ἡ πόρνη τὰ ἴχνη σου (1)

ἐβόα σοι ἐν μετανοίᾳ    τῷ εἰδότι τὰ κρύφια,    Χριστὲ ὁ Θεός·

«Πῶς σοι ἀτενίσω    τοῖς ὄμμασιν

ἡ πάντας ἀπατῶσα    τοῖς νεύμασιν;

Πῶς σε δυσωπήσω    τὸν εὔσπλαγχνον  (5)

ἡ σὲ παροργίσασα    τὸν κτίστην μου;

Ἀλλὰ δέξαι τοῦτο τὸ μύρον    πρὸς δυσώπησιν, Κύριε,

καὶ δώρησαί μοι ἄφεσιν    τῆς αἰσχύνης

τοῦ βορβόρου τῶν ἔργων μου.»

(1.) Τὰ ῥήματα τοῦ Χριστοῦ    καθάπερ ἀρώματα

ῥαινόμενα πανταχοῦ    βλέπων ἡ πόρνη ποτὲ

καὶ τοῖς πιστοῖς πᾶσι    πνοὴν ζωῆς χορηγοῦντα,

τῶν πεπραγμένων αὐτῇ τὸ δυσῶδες ἐμίσησεν,

ἐννοοῦσα τὴν αἰσχύνην    τὴν ἑαυτῆς  (5)

καὶ σκοποῦσα τὴν ὀδύνην    τὴν δι’ αὐτῶν ἐγγιγνομένην·

πολλὴ γὰρ θλῖψις γίνεται    τότε τοῖς πόρνοις ἐκεῖ,

ὧν εἷς εἰμι, καὶ ἕτοιμος    πέλω εἰς μάστιγας

ἃς πτοηθεῖσα ἡ πόρνη    οὐκέτι ἔμεινε πόρνη,

ἐγὼ δὲ καὶ πτοούμενος    ἐπιμένω  (10)

τῷ βορβόρῳ τῶν ἔργων μου.

(2.) Οὐδέποτε τῶν κακῶν    ἀποστῆναι βούλομαι,

οὐ μνήσκομαι τῶν δεινῶν    ὧν ἐκεῖ μέλλω ὁρᾶν,

οὔτε λογίζομαι    τὴν τοῦ Χριστοῦ εὐσπλαγχνίαν

πῶς περιῆλθε ζητῶν με τὸν γνώμῃ πλανώμενον·

δι’ ἐμὲ γὰρ πάντα τόπον    ἐξερευνᾷ, (5)

δι’ ἐμὲ καὶ Φαρισαίῳ    συναριστᾷ ὁ τρέφων πάντας·

καὶ δείκνυσι τὴν τράπεζαν    θυσιαστήριον,

ἐν ταύτῃ ἀνακείμενος    καὶ χαριζόμενος

τὴν ὀφειλὴν τοῖς χρεώσταις,    ἵνα θαρρῶν πᾶς χρεώστης

προσέλθῃ λέγων· «Κύριε,    λύτρωσαί με (10)

τοῦ βορβόρου τῶν ἔργων μου.»

(3.) Ὑπέκνισεν ἡ ὀσμὴ    τῆς τραπέζης τοῦ Χριστοῦ

τὴν πρώην μὲν ἄσωτον,    νυνὶ δὲ καρτερικήν,

τὴν ἐν ἀρχῇ κύνα    καὶ ἐν τῷ τέλει ἀμνάδα,

τὴν δούλην καὶ θυγατέρα, τὴν πόρνην καὶ σώφρονα.

Διὰ τοῦτο λίχνῳ δρόμῳ    φθάνει αὐτήν, (5)

καὶ λιποῦσα τὰ ψιχία    τὰ ὑπ’ αὐτήν, τὸν ἄρτον ἦρε

τῆς πάλαι Χανανίτιδος    πλέον πεινάσασα,

ψυχὴν κενὴν ἐχόρτασεν,    οὕτω πιστεύσασα,

ἀλλ’ οὐ κραυγῇ ἐλυτρώθη,    σιγῇ δὲ μᾶλλον ἐσώθη·

κλαυθμῷ γὰρ εἶπε· «Κύριε,    λύτρωσαί με (10)

τοῦ βορβόρου τῶν ἔργων μου.»

(4.) Τὴν φρένα δὲ τῆς σοφῆς    ἐρευνῆσαι ἤθελον

καὶ γνῶναι πῶς ἔλαμψεν    ἐν αὐτῇ ὁ Κύριος

ὁ ὡραιότατος    καὶ τῶν ὡραίων ὁ κτίστης,

οὗ τὴν ἰδέαν πρὶν ἴδῃ ἡ πόρνη ἐπόθησεν·

ὡς ἡ τῶν εὐαγγελίων    βίβλος βοᾷ· (5)

Τοῦ Χριστοῦ ἀνακειμένου    ἐν οἰκιᾷ τοῦ Φαρισαίου,

γυνή τις τότε ἤκουσεν,    ἅμα καὶ ἔσπευσεν,

ὠθήσασα τὴν ἔννοιαν    πρὸς τὴν μετάνοιαν·

«Ἄγε, φησίν, ὦ ψυχή μου,    ἰδοὺ καιρὸς ὃν ἐζήτεις·

ἐπέστη ὁ καθαίρων σε·    τί ἐμμένεις  (10)

τῷ βορβόρῳ τῶν ἔργων σου;

(5.) Ἀπέρχομαι πρὸς αὐτόν,    δι’ ἐμὲ γὰρ ἤλυθεν·

ἀφίημι τούς ποτε,    τὸν γὰρ νῦν πάνυ ποθῶ,

καὶ ὡς φιλοῦντά με    μυρίζω καὶ κολακεύω·

κλαίω, στενάζω καὶ πείθω δικαίως ποθῆσαί με·

ἀλλοιοῦμαι πρὸς τὸν πόθον    τοῦ ποθητοῦ, (5)

καὶ ὡς θέλει φιληθῆναι,    οὕτω φιλῶ τὸν ἐραστήν μου·

πενθῶ καὶ κατακάμπτομαι,    τοῦτο γὰρ βούλεται·

σιγῶ καὶ περιστέλλομαι,    τούτοις γὰρ τέρπεται·

ἀναχωρῶ τῶν ἀρχαίων    ἵνα ἀρέσω τῷ νέῳ·

συντόμως ἀποτάσσομαι    ἐμφυσῶσα  (10)

τῷ βορβόρῳ τῶν ἔργων μου.

(6.) Προσέλθω οὖν πρὸς αὐτόν,    φωτισθῶ, ὡς γέγραπται·

ἐγγίσω νῦν τῷ Χριστῷ,    καὶ οὐ μὴ καταισχυνθῶ·

οὐκ ὀνειδίζει με,    οὐ λέγει μοι· ‘Ἕως ἄρτι

ἦς ἐν τῷ σκότει, καὶ ἦλθες ἰδεῖν με τὸν ἥλιον.’

Διὰ τοῦτο μύρον αἴρω    καὶ πορευθῶ· (5)

φωτιστήριον ποιήσω    τὴν οἰκιὰν τοῦ Φαρισαίου·

ἐκεῖ γὰρ ἀποπλύνομαι    τὰς ἁμαρτίας μου·

ἐκεῖ καὶ καθαρίζομαι    τὰς ἀνομίας μου·

κλαυθμῷ, ἐλαίῳ καὶ μύρῳ    κεράσω μου κολυμβήθραν

καὶ λούομαι καὶ σμήχομαι    καὶ ἐκφεύγω (10)

τοῦ βορβόρου τῶν ἔργων μου.

(7.) Ἐδέξατο ἡ Ῥαὰβ    κατασκόπους πρότερον

καὶ τῆς δοχῆς τὸν μισθὸν    ὡς πιστὴ εὗρε ζωήν·

τῆς γὰρ ζωῆς τύπος    ὑπῆρχε τούτους ὁ πέμψας,

τοῦ Ἰησοῦ μου βαστάζων τὸ τίμιον ὄνομα.

Σωφρονοῦντας τότε πόρνη    ξενοδοχεῖ, (5)

νῦν παρθένον ἐκ παρθένου    πόρνη ζητεῖ ἀλεῖψαι μύρῳ·

ἐκείνη μὲν ἀπέλυσεν    οὕσπερ ἀπέκρυψεν·

ἐγὼ δὲ ὃν ἠγάπησα    μένω κατέχουσα,

οὐχ ὡς κατάσκοπον κλήρων,    ἀλλ’ ὡς ἐπίσκοπον πάντων

κρατῶ, καὶ ἐξεγείρομαι    ἐκ τῆς ὕλης  (10)

τοῦ βορβόρου τῶν ἔργων μου.

(8.) Ἰδοὺ καιρὸς ἔφθασεν    ὃν ἰδεῖν ἐπόθησα·

ἡμέρα μοι ἔλαμψε    καὶ δεκτὸς ἐνιαυτός·

ἐν τοῖς τοῦ Σίμωνος    αὐλίζεται ὁ Θεός μου·

σπεύσω πρὸς τοῦτον καὶ κλαύσω, ὡς Ἄννα, τὴν στείρωσιν·

κἂν λογίσηταί με Σίμων    ἐν μεθυσμῷ, (5)

ὡς Ἡλὶ τὴν Ἄνναν τότε,    μένω κἀγὼ προσευχομένη,

σιγῇ βοῶσα· Κύριε,    τέκνον οὐκ ᾔτησα,

ψυχὴν μονογενῆ ζητῶ    ἥνπερ ἀπώλεσα·

ὡς Σαμουὴλ τῆς ἀτέκνου,    Ἐμμανουὴλ τῆς ἀνάνδρου,

τῆς στείρας ἦρες ὄνειδος·    ῥῦσαι πόρνην (10)

τοῦ βορβόρου τῶν ἔργων μου’.»

(9.) Νευροῦται μὲν ἡ πιστὴ    τοῖς τοιούτοις ῥήμασι,

ποιεῖται δὲ τὴν σπουδὴν    πρὸς τὴν τοῦ μύρου ὠνήν,

καὶ παραγίνεται    βοῶσα τῷ μυροπράτῃ·

«Δός μοι, εἰ ἔχεις, ἐπάξιον μύρον τοῦ φίλου μου,

τοῦ δικαίως φιλουμένου    καὶ καθαρῶς,  (5)

τοῦ πυρώσαντός μου πάντα    καὶ τοὺς νεφροὺς καὶ τὴν καρδίαν·

μηδὲν περὶ τιμήματος·    τί ἀμφιβάλλεις μοι;

Κἂν δέοι, μέχρι δέρματος    καὶ τῶν ὀστέων μου

ἑτοίμως ἔχω τοῦ δοῦναι    ἵν’ εὕρω τί ἀποδοῦναι

τῷ σπεύσαντι καθᾶραί με    ἐκ τῆς ὕλης  (10)

τοῦ βορβόρου τῶν ἔργων μου.»

(10.) Ὁ δὲ ἰδὼν τῆς σεμνῆς    τὸ θερμὸν καὶ πρόθυμον,

φησὶν αὐτῇ· «Λέξον μοι    τίς ἐστιν ὃν ἀγαπᾶς,

ὅτι τοσοῦτον σὲ    ἐπύρωσε <πρὸς> τὸ φίλτρον·

ἆρα κἂν ἔχει τι ἄξιον τούτου τοῦ μύρου μου;»

Παραυτὰ δὲ ἡ ὁσία    ἦρε φωνὴν  (5)

καὶ βοᾷ σὺν παρρησίᾳ    τῷ σκευαστῇ τῶν ἀρωμάτων·

«Τί λέγεις μοι, ὦ ἄνθρωπε;    ἔχει τι ἄξιον;

Οὐδὲν αὐτοῦ ἀντάξιον    τοῦ ἀξιώματος·

οὐκ οὐρανός, οὔτε γαῖα,    οὐδ’ ὅλος τούτῳ ὁ κόσμος

συγκρίνεται τῷ σπεύσαντι    ῥύσασθαί με (10)

τοῦ βορβόρου τῶν ἔργων μου.

(11.) Υἱός ἐστι τοῦ Δαυίδ,    δι’ αὐτὸ <καὶ> εὔοπτος·

υἱὸς Θεοῦ καὶ Θεός,    δι’ αὐτὸ σφόδρα τερπνός·

ὃν οὐχ ἑώρακα,    ἀλλ’ ἤκουσα, καὶ ἐτρώθην

πρὸς τὴν ἰδέαν τοῦ ἔχοντος φύσιν ἀνείδεον.

Τὸν Δαυίδ ποτε ἰδοῦσα    στέργει Μελχόλ·  (5)

ἐγὼ δὲ μὴ κατιδοῦσα    τὸν ἐκ Δαυὶδ ποθῶ καὶ στέργω·

ἐκείνη τὰ βασίλεια    πάντα παρέδραμε

καὶ τῷ Δαυὶδ πτωχεύοντι    ποτὲ προσέδραμεν·

κἀγὼ τὸν ἄδικον πλοῦτον    ὑπερορῶ καὶ ὠνοῦμαι

τὸ μύρον τῷ καθαίροντι    τὴν ψυχήν μου (10)

τοῦ βορβόρου τῶν ἔργων μου.»

(12.) Ῥημάτων δὲ τὸν εἱρμὸν    σιωπῇ διέτεμε

καὶ ἔλαβεν ἡ σεμνὴ    τὸ τερπνὸν μύρον αὐτῆς

καὶ εἰς τὸν θάλαμον    εὑρέθη τοῦ Φαρισαίου

τρέχουσα, ὥσπερ κληθεῖσα, μυρίσαι τὸ ἄριστον.

Ὁ δὲ Σίμων θεωρήσας    τοῦτο αὐτό,  (5)

τὸν δεσπότην καὶ τὴν πόρνην    καὶ ἑαυτὸν ἤρξατο ψέγειν,

τὸν μὲν ὡς ἀγνοήσαντα    τὴν προσεγγίσασαν,

τὴν δὲ ἀναισχυντήσασαν    καὶ προσκυνήσασαν,

καὶ ἑαυτὸν ὡς ἀσκέπτως    δεξάμενον τοὺς τοιούτους,

καὶ μάλιστα τὴν κράζουσαν·    «Ἐξελοῦ με (10)

τοῦ βορβόρου τῶν ἔργων μου.»

(13.) Ὢ ἄγνοια. Τί φησιν;    «Τοῦτο μὲν ἐτέλεσα·

ἐκάλεσα Ἰησοῦν    ὥς τινα τῶν προφητῶν,

καὶ οὐκ ἐνόησεν·    ἣν ἕκαστος ἡμῶν οἶδεν,

οὗτος κα<ὶ ο>ὐκ ἔγνω· εἰ ἦν γὰρ προφήτης, ἐγίνωσκεν.»

Ὁ ἐτάζων δὲ καρδίας    καὶ τοὺς νεφρούς,  (5)

θεωρῶν τοῦ Φαρισαίου    τοὺς λογισμοὺς ἐξαλλομένους,

εὐθέως τούτῳ γίνεται    ῥάβδος εὐθύτητος,

«Ὦ Σίμων, λέγων, ἄκουσον    τὸ τῆς χρηστότητος

τῆς ἐπὶ σὲ γενομένης    καὶ ἐπὶ ταύτην ἣν βλέπεις

κλαυθμῷ βοῶσαν· Κύριε,    λύτρωσαί με (10)

τοῦ βορβόρου τῶν ἔργων μου.

(14.) Μεμπτέος σοι ἔδοξα    ἐπειδὴ οὐκ ἤλεγξα

τὴν σπεύδουσαν ἐκφυγεῖν    τῶν αὐτῆς ἀνομιῶν·

ἀλλ’ οὐ καλῶς, Σίμων,    οὐκ εὔλογος ἡ μομφή σου·

σύγκρινον τοῦτο ὃ θέλω εἰπεῖν σοι, καὶ δίκασον.

Ὀφειλέται δύο ἧσαν    τῷ δανειστῇ, (5)

ὁ μὲν εἷς πεντακοσίων,    ἕτερος δὲ πενῆντα μόνον,

καὶ τούτοις ἀπορήσασι    πρὸς τὴν ἀπόδοσιν

ὁ χρήσας ἐχαρίσατο    ὅ τι ἐχρήσατο.

Τίς οὖν αὐτὸν ἐκ τῶν δύο    ποθήσει πλέον, εἰπέ μοι;

Τίς ὤφειλε βοᾶν αὐτῷ·    ‘Ἔσωσάς με (10)

τοῦ βορβόρου τῶν ἔργων μου’;»

(15.) Ἀκούσας δὲ ὁ σοφὸς    φαρισαῖος ἔφησε·

«Διδάσκαλε, ἀληθῶς    φανερὸν πᾶσίν ἐστιν

ὅτι πλειότερον    ὀφείλει τοῦτον ποθῆσαι

ᾧ περισσότερον χρέος ὁ χρήσας κεχάρισται.»

Ὁ δὲ Κύριος πρὸς ταῦτα    εἶπεν αὐτῷ·  (5)

«Ὀρθῶς ἀπεκρίθης, Σίμων·    οὕτως ἐστὶ καθάπερ λέγεις·

ὃν σὺ γὰρ οὐκ ἐπήλειψας    αὕτη ἐμύρισεν·

ὃν ὕδασιν οὐκ ἔνιψας    αὕτη τοῖς δάκρυσιν·

ὃν οὐκ ἠσπάσω φιλήσας    καταφιλοῦσά με κράζει·

‘Ἐκράτησα τοὺς πόδας σου,    μὴ ἐμπέσω  (10)

τῷ βορβόρῳ τῶν ἔργων μου.’

(16.) Νῦν ὅτε σοι ἔδειξα    τὴν ποθοῦσάν με στοργῇ,

διδάξω σε, βέλτιστε,    τίς ἐστιν ὁ δανειστής,

καὶ ὑποδείξω σοι    τοὺς τούτου χρεωφειλέτας,

ὧν εἷς ὑπάρχεις, καὶ αὕτη ἣν βλέπεις δακρύουσαν·

δανειστὴς δὲ ἀμφοτέρων    πέλω ἐγώ, (5)

καὶ οὐ μόνον ἀμφοτέρων,    ἀλλὰ καὶ τῶν ἀνθρώπων πάντων

ἐγὼ γὰρ πᾶσιν ἔχρησα    ταῦτα ἃ ἔχουσιν,

πνοήν, ψυχὴν καὶ αἴσθησιν,    σῶμα καὶ κίνησιν·

τὸν δανειστὴν οὖν τοῦ κόσμου,    ἐν ὅσῳ ἔχεις, ὦ Σίμων,

ἱκέτευσον καὶ βόησον·    ‘Λύτρωσαί με  (10)

τοῦ βορβόρου τῶν ἔργων μου.’

(17.) Οὐ δύνασαι δοῦναί μοι    ἅπερ ἐποφείλεις μοι·

κἂν σίγησον, ἵνα σοι    χαρισθῇ ἡ ὀφειλή·

μὴ καταδίκαζε    τὴν καταδεδικασμένην,

μὴ εὐτελίσῃς τὴν εὐτελισμένην, ἡσύχασον·

οὐ τῶν σῶν, οὐδὲ τῶν ταύτης    βούλομαί τι· (5)

χρεωλύτης ἀμφοτέρων    ἐγὼ εἰμί, μᾶλλον δὲ πάντων·

νομίμως, Σίμων, ἔζησας,    ἀλλ’ ἐχρεώστησας·

ἐλθὲ οὖν πρὸς τὴν χάριν μου    ἵν’ ἀποδώσῃς μοι·

ἴδε τὴν πόρνην ἣν βλέπεις    καθάπερ τὴν ἐκκλησίαν

βοῶσαν· ‘Ἀποτάσσομαι,    ἐμφυσῶσα (10)

τῷ βορβόρῳ τῶν ἔργων μου.’

(18.) Ὑπάγετε, τὸ λοιπὸν    τῶν χρεῶν ἐλύθητε·

πορεύθητε, ἐνοχῆς    παρεκτὸς πάσης ἐστέ·

ἠλευθερώθητε,    μὴ πάλιν ὑποταγῆτε·

τοῦ χειρογράφου σχισθέντος, μὴ ἄλλο ποιήσητε.»

Τὸ αὐτὸ οὖν, Ἰησοῦ μου,    λέξον κἀμοί,  (5)

ἐπειδή σοι ἀποδοῦναι    ἃ χρεωστῶ οὐκ ἐξισχύω·

σὺν τόκῳ γὰρ ἀνήλωσα    καὶ τὸ κεφάλαιον·

διὸ μὴ ἀπαιτήσῃς με    ὅσον παρέσχες μοι,

τοῦ τῆς ψυχῆς κεφαλαίου    καὶ τῆς σαρκός μου τὸν τόκον·

κουφίσας με ὡς εὔσπλαγχνος,    ἄνες, ἄφες  (10)

τοῦ βορβόρου τῶν ἔργων μου.

***


Παραθέτω παρακάτω ένα δείγμα της υποδειγματικής – πραγματικά – γαλλικής μετάφρασης (σε πεζό) των οἴκων (5.), (9.) και (10.) του José Grosdidier de Matons.


Romanos le Mélode, Sur la prostituée

(extraits)

(5.) « Je m’en vais à lui, car c’est pour moi qu’il est venu. Je laisse mes anciens amis, car celui d’aujourd’hui je le désire passionnément, et puisq’il m’aime, à lui mon parfum et mes caresses. Je pleure ; je soupire et je cherche – mais de la bonne manière –, à le persuader de m’aimer. Le désir du désiré me transforme, et j’aime mon amant comme il veut être aimé. Je me prosterne en gémissant, c’est là ce qu’il veut ; je cherche le silence et la retaite, c’est là ce qui lui plaît. Je romps avec le passé pour plaire à l’ami nouveau, en un mot je souffle, pour y renoncer, sur le bourbier de mes œuvres. »

(9.) « La fidèle, prenant courage à ces paroles, se hâte d’acheter le parfum. Elle s’en va dire au parfumeur : ‘Donne-moi, si tu as, un parfum digne de mon ami, celui que j’aime avec raison, avec pureté, qui m’enflammée tout entière, reins au cœur. Qu’il ne soit pas question du prix : qu’as-tu à hésiter ? Je suis prête à donner, s’il le faut, jusqu’à ma peau et à mes os, pour avoir de quoi payer celui qui accourt me purifier de la lie bourbeuse de mes œuvres.’»

(10.) « L’autre, voyant la ferveur et l’élan de la sainte, lui demande : ‘Dis-moi, qui est celui que tu chéris, pour t’enflammer d’amour à ce point ? Est-il vraiment digne en quelque chose de mon parfum que voici ?’ Aussitôt la sainte élève la voix et crie avec assurance au fabricant d’aromates : ‘Que me dis-tu là, toi ? S’il en est digne ? Rien ne digne de sa dignité ! Rien, ni ciel ni terre, ni le monde tout entier, n’est comparable à celui-là qui accourt me délivrer du bourbier de mes œuvres. »

Το κείμενο και η μετάφραση προέρχονται από την παρακάτω έκδοση: Romanos le Mélode, Hymnes, vol. III, Introduction, texte critique, traduction et notes par José Grosdidier de Matons, Paris, 1965.

Advertisements

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Google+

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Google+. Αποσύνδεση / Αλλαγή )

Σύνδεση με %s

Αρέσει σε %d bloggers: