Ἡ Ἀποκάλυψις τοῦ Μπααλμπὲκ

Albrecht Dürer, The Four Horsemen of the Apocalypse

[Ἐπιγραφή]. Τῆς Σιβύλλης, ἥτις δι’ ἀποκαλύψεως τὸ ὅραμα τῶν ἑκατὸν κριτῶν τῆς μεγάλης πόλεως Ῥώμης διεσάφησεν.


Παραγενομένης τῆς Σιβύλλης ἐν τῇ Ῥώμῃ ὑπήντησεν αὐτῇ πᾶσα ἡ πόλις ἀπὸ μεγάλου ἕως μικροῦ. οἱ δὲ ἑκατὸν κριταὶ ὑπήντησαν αὐτῇ λέγοντες· ‘ἡ σοφία καὶ ἡ σύνεσις τῆς βασιλείας σου μεγάλη ἐστίν. νῦν διασαφήνισον τὸ ὅραμα ὃ εἴδαμεν σήμερον [οἱ ἑκατὸν κριταί]· καὶ οὐ δυνάμεθα διασαφηνίσαι αὐτὸ καὶ τὴν σύγκρισιν αὐτοῦ οὐ δυνάμεθα γνωρίσαι.’ ἀποκριθεῖσα δὲ ἡ Σίβυλλα ἔφη αὐτοῖς· ‘ἀπέλθωμεν ἐν τῷ Καπετωλίῳ τῆς μεγάλης πόλεως Ῥώμης· καὶ γενηθήτω τὸ τριβουνάλιον.’ καὶ ἐγένετο καθὼς συνέταξεν αὐτοῖς.

Καὶ ἔφη πρὸς αὐτούς· ‘ἀπαγγείλατέ μοι τὸ ὅραμα ὃ εἴδατε, καὶ τὴν σύγκρισιν αὐτοῦ διασαφηνίσω ὑμῖν.’ καὶ καθίσασα ἡ Σίβυλλα ἐν τῷ Καπετωλίῳ ἔσωθεν τῶν ἐλαιῶν ἀπεκρίθη αὐτοῖς λέγουσα· ‘τί εἴδατε ἀπαγγείλατέ μοι’. καὶ ἀποκριθέντες οἱ ἑκατὸν κριταὶ λέγουσι πρὸς αὐτήν· ‘εἴδαμεν ὅτι ἐννέα ἥλιοι ἔλαμψαν ἐπὶ τὴν γῆν.’ καὶ ἀποκριθεῖσα ἡ Σίβυλλα ἔφη αὐτοῖς· ‘οἱ ἐννέα ἥλιοι ἐννέα γενεαί εἰσιν.’ λέγουσι πρὸς αὐτήν· ‘οὕτως δεῖ γενέσθαι, κυρία ἡμῶν, πάντα ὅσα εἴδαμεν ἐν τῷ ὁράματι ἀπαγγελῶμέν σοι. καὶ ἀποκριθεῖσα ἡ Σίβυλλα εἶπεν· ‘οὕτως δεῖ γενέσθαι.’ καὶ λέγουσιν αὐτῇ οἱ κριταί· ‘ὣς εἴδαμεν τὸ ὅραμα, οὕτως καὶ ἀπαγγελῶμέν σοι.’ λέγει αὐτοῖς ἡ Σίβυλλα· ‘πῶς γὰρ εἴδατε;’ λέγουσιν αὐτῇ ἐκεῖνοι· ‘εἴδαμεν οὕτως· ὅτι ὁ πρῶτος ἥλιος πολυποίκιλος, ἀκτινολαμπής, φωτεινότατος, παμμεγέθης, λαμπρὸς σφόδρα. ὁ δεύτερος ἥλιος ὑπέρλαμπρος, παμμεγέθης, πολυποίκιλος, ἀκτινολαμπής. ὁ τρίτος ἥλιος αἱματοειδής, ταρταροειδής, παμμεγέθης, πῦρ φλέγον. ὁ τέταρτος ἥλιος αἱματοειδής, ταρταροειδής. ὁ πέμπτος ἥλιος αἱματοειδής, φωτεινότατος, ἀπαστράπτων ὡς ἐν βροντῇ ὑετοῦ. ὁ ἕκτος ἥλιος ὀμιχλοφανής, χιονοειδής, αἱματοειδής. ὁ ἕβδομος ἥλιος ταρταροειδής, αἱματοειδής, φοβερός. ὁ ὄγδοος ἥλιος ἀκτινολαμπὴς ὥστε ἔχειν αὐτὸν ἐν μέσῳ χεῖρας. ὁ ἔνατος ἥλιος ὑπὲρ τοὺς ἄλλους ταρταροειδής, ἀπαύγασμα ἔχων.’

Καὶ ἀποκριθεῖσα ἡ Σίβυλλα εἶπεν· ‘οἱ ἐννέα ἥλιοι ἐννέα γενεαί εἰσιν. ὁ μὲν πρῶτος ἥλιος πρώτη γενεά ἐστιν· ἄνθρωποι ἄκακοι, πολυχρόνιοι, ἐλεύθεροι, ἀληθεῖς, πραεῖς, ἐπιεικεῖς, ἀγαπῶντες ἀλήθειαν. ὁ δεύτερος ἥλιος δευτέρα γενεά ἐστιν, καὶ αὐτοὶ ἄνθρωποι ἀληθινοί, πραεῖς, φιλόξενοι, ἄκακοι, ἀγαπῶντες τῶν ἐλευθέρων τὸ γένος. ὁ τρίτος ἥλιος τρίτη γενεά ἐστιν· ἀναστήσεται βασιλεία ἐπὶ βασιλείαν, ἔθνος ἐπὶ ἔθνος, γενήσονται πόλεμοι, πλὴν φιλόξενοι καὶ ἐλεήμονες ἔσονται ἐν τῇ Ῥωμαίων πόλει. ὁ τέταρτος ἥλιος τετάρτη γενεά ἐστιν· θεότητος γονὴ φανήσεται ἐν μεσημβρίᾳ· ἐγερθήσεται γὰρ γυνὴ ἐκ τῆς Ἑβραΐδος χώρας ὀνόματι Μαρία καὶ τέξεται υἱόν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἰησοῦν. καὶ λύσει τὸν νόμον τῶν Ἑβραίων καὶ ἴδιον νόμον στήσει, καὶ βασιλεύσει ὁ νόμος αὐτοῦ. καὶ ἀνοιγήσονται αὐτῷ οἱ οὐρανοί, καὶ φωνὴν λήψεται, καὶ στρατιαὶ ἀγγέλων τὸν θρόνον αὐτοῦ βαστάσουσιν, καὶ τὰ ἑξαπτέρυγα τὰ ἴχνη τῶν ποδῶν αὐτοῦ προσκυνήσουσιν. καὶ λήψεται ἄνδρας ἀπὸ τῆς Γαλιλαίας καὶ νομοθετήσει καὶ εἴπῃ πρὸς αὐτούς· Τὸν λόγον, ὃν ἐλάβετε παρ’ ἐμοῦ, κηρύξατε αὐτὸν τοῖς ἔθνεσι τῶν ἑβδομήκοντα δύο γλωσσῶν.’

Καὶ λέγουσιν αὐτῇ οἱ ἱερεῖς τῶν Ἑβραίων· ‘φρικωδεστάτη δέσποινα ἡμῶν, ἐρωτῆσαί σε ζητοῦμεν.’ καὶ ἀποκριθεῖσα ἡ Σίβυλλα λέγει πρὸς αὐτούς· ‘ὃ βούλεσθε ἀπαγγείλατέ μοι.’ καὶ λέγουσι πρὸς αὐτὴν ἐκεῖνοι· ‘ἀκοὴν ἠκούσαμεν ἀπὸ τῶν ἐθνῶν ὅτι ὁ θεὸς τῶν οὐρανῶν υἱὸν μέλλει τίκτειν. πιστεύεις ὅτι τοῦτο γίνεται, κυρία ἡμῶν;’ λέγει ἡ Σίβυλλα πρὸς αὐτούς· ‘ὑμεῖς οὐ πιστεύετε ὄντες ἱερεῖς τῶν Ἑβραίων;’ λέγουσιν αὐτῇ· ‘ἡμεῖς οὐ πιστεύομεν ὅτι ὁ θεὸς υἱὸν μέλλει τίκτειν. καὶ γὰρ λόγον ἔδωκε τοῖς πατράσιν ἡμῶν τοῦ μὴ ἆραι τὴν χεῖρα αὐτοῦ ἀφ’ ἡμῶν.’ λέγει αὐτοῖς ἡ Σίβυλλα· ‘ὁ νόμος οὗτος σκόλοψ ὑμῖν ἐστιν.’ καὶ λέγουσιν αὐτῇ. ‘καὶ τί λέγεις, δέσποινα ἡμῶν, περὶ τοῦ ζητήματος τούτου;’

Καὶ ἀποκριθεῖσα ἡ Σίβυλλα εἶπε πρὸς αὐτούς· ‘ὁ θεὸς τῶν οὐρανῶν υἱὸν μέλλει τίκτειν, ὃς ὅμοιος τῷ πατρὶ ἔχει εἶναι καὶ ὁμοίωμα νηπίου λήψεται. καὶ ἀναστήσονται κατ’ αὐτοῦ βασιλεῖς, Ἀλέξανδρος, Σέλευκος καὶ Ἡρώδης, οἱ μὴ δυνάμενοι σῶσαι ἑαυτούς. ποιήσουσι διωγμοὺς πολλοὺς εἰς τὴν Ἰουδαίαν χώραν καὶ φονεύσουσι νήπια μετὰ τῶν γονέων αὐτῶν ὥστε τὸν Ἰορδάνην ποταμὸν αἵματι συγκερασθῆναι· καὶ οὐδὲν ὠφελήσουσιν. καὶ μετὰ ταῦτα πολλὰς θεραπείας ποιήσει ὁ ἐπὶ ξύλου μέλλων σταυρωθῆναι. καὶ ὡς θυσιάσουσι …. τοὺς βωμοὺς αὐτῆς, ἀκούσωσι τὰ σημεῖα αὐτοῦ ἃ ἐποίησεν εἰς τὴν Ἰουδαίαν χώραν. καὶ ἀναστήσεται βασιλεὺς ὀνόματι Αὔγουστος ἀπὸ τῆς Φρυγίας καὶ βασιλεύσει ἐν τῇ Ῥώμῃ· καὶ ὑποταγήσεται αὐτῷ πᾶσα ἡ οἰκουμένη. καὶ ἕκαστος βασιλεὺς Ῥωμαίων τὸ ὄνομα αὐτοῦ κληθήσεται [Αὔγουστος]. τὸ ξύλον τὸ τρισμακάριστον, ἐν ᾧ Χριστὸς μέλλει τανύεσθαι …. καὶ μετὰ ταῦτα συναχθήσονται τῶν Ἰουδαίων οἱ ὄχλοι, καὶ ὁ μέλλων ἐπὶ ξύλου κρεμασθῆναι ποιήσει σημεῖα καὶ θεραπεύσει πολλούς. κρεμάσουσι τρεῖς μετ’ αὐτοῦ ἐπὶ ξύλου καὶ καλάμῳ

νύξουσιν αὐτοῦ τὴν πλευρὰν καὶ οὐδὲν ἀδικήσουσιν αὐτόν.

Ἐν δὲ τῇ πέμπτῃ γενεᾷ ἀναστήσονται τρεῖς βασιλεῖς, Ἀντίοχος, Τιβέριος καὶ Γάϊος, καὶ πολλοὺς διωγμοὺς ποιήσουσι διὰ τὸν ἐν ξύλῳ σταυρωθέντα. καὶ ἀνοικοδομήσουσι τὰ ἱερὰ Ἡλίου πόλεως καὶ τοὺς βωμοὺς τοῦ Λιβάνου. καὶ οἱ ναοὶ τῆς πόλεως ἐκείνης παμμεγέθεις εἰσὶ καὶ εὐπρεπεῖς ὑπὲρ πάντα ναὸν τῆς οἰκουμένης. Ἐν δὲ τῇ ἕκτῃ γενεᾷ ἀναστήσονται δύο βασιλεῖς ὀλιγοχρόνιοι καὶ ποιήσουσι διωγμοὺς πολλοὺς κατὰ τῶν Χριστιανῶν. καὶ οἱ ἄρχοντες αὐτῶν κρινοῦσι καὶ ἀπολέσουσι τὰ τάγματα τῶν συγκλητικῶν καὶ θανατώσουσιν αὐτοὺς διὰ τὸ ὄνομα τοῦ Χριστοῦ καὶ οὐδὲν ὠφελήσουσιν. καὶ μετὰ ταῦτα ἀναστήσεται βασιλεὺς ὀνόματι Κωνσταντῖνος, φοβερὸς καὶ κραταιὸς πολεμιστής, καὶ λύσει πάντας τοὺς ναοὺς τῶν ἐθνῶν καὶ τοὺς βωμοὺς τοῦ Λιβάνου καὶ τὰς θυσίας αὐτῶν καὶ ταπεινώσει τοὺς Ἕλληνας. καὶ φανήσεται αὐτῷ σημεῖον ἐν τῷ οὐρανῷ, καὶ ἐπιζητήσει ἡ μητὴρ αὐτοῦ Ἑλένη τὸ ξύλον τοῦ σταυροῦ, ὅπου ὁ Χριστὸς μέλλει σταυρωθῆναι, ὁ υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος, εἰς τὴν Ἰουδαίαν γῆν. καὶ ἀνοικοδομήσει Βυζάντιον, καὶ ἀλλαγήσεται τὸ ὄνομα τῆς πόλεως ἐκείνης, καὶ κληθήσεται Εὐδοκόπολις Κωνσταντίνου πόλις. καὶ ἐνοικήσουσιν ἐν αὐτῇ πᾶσαι αἱ φυλαὶ τῶν ἑβδομήκοντα δύο γλωσσῶν. μὴ καυχῶ, Βυζαντία πόλις, τρὶς γὰρ ἑξηκοστὸν τῶν ἐτῶν σου οὐ μὴ βασιλεύσεις.

Καὶ μετὰ ταῦτα ἀναστήσονται τρεῖς βασιλεῖς, Οὐάλης, ἔγγων Κωνσταντίου, Βαλεντιανὸς καὶ Ἰουβιανὸς, καὶ ποιήσουσι διωγμοὺς πολλούς· καὶ ἐξ αὐτῶν εἷς πυρ ἀναλωθήσεται, καὶ οὐ μὴ ἀδικήσουσιν οἱ βάρβαροι τὰς πόλεις τῆς Ῥωμανίας. καὶ μετὰ ταῦτα ἀναστήσονται βασιλεῖς δύο, Μαρκιανὸς καὶ Θεοδόσιος, δυνάσται κραταιοί, πολεμισταὶ καὶ δικαιοκρίται, διδάσκαλοι τῆς πίστεως, καὶ λύσουσι τοὺς καταλειφθέντας ναοὺς τῶν Ἑλλήνων, καὶ γενήσονται οἱ ναοὶ τῶν ἐθνῶν εἰς τάφους τῶν ἁγίων.

Ἐν δὲ τῇ ἑβδόμῃ γενεᾷ, βασιλεύοντος Ἀρκαδίου καὶ Ὁνωρίου, γίνεται Ῥώμη ῥύμη καὶ πόλις ῥύμης. ἐν Φρυγίᾳ αἰχμαλωσίαι γίνονται, Παμφυλία ἐρημωθήσεται. καὶ μετὰ ταῦτα ἀναστήσονται δύο βασιλεῖς, Θεοδόσιος καὶ Οὐαλεντινιανός, πραεῖς, ἐπιεικεῖς, καὶ ἀναστήσουσιν ἐπ’ αὐτῶν πόλεμον ἐπὶ πόλεμον. Συρία αἰχμαλωτισθήσεται, εἶθ’ οὕτως ἀναστήσεται τυράννων γένος ἰσχυρὸν, καὶ λῃστεύσουσιν τὸν Ταῦρον τῆς Ἀνατολῆς καὶ τὸν Ἀντίταυρον τῆς Ἀρμενίας καὶ τὸν Λίβανον, καὶ οὐ μὴ ἀνανεωθῶσιν αἱ πόλεις αἷς παρῴκησαν τὸ πρότερον. καὶ ἀναστήσονται οἱ Πέρσαι πρὸς κραταιὸν πόλεμον καὶ ὀλισθήσονται ὑπὸ Ῥωμαίων καὶ δώσουσιν εἰρήνην ἐπὶ ἔτη τεσσαράκοντα. καὶ εἰσέλθῃ ἀνὴρ πρόπιος πολεμιστής καὶ συντρίψει τὰ ἱερὰ τῶν πόλεων καὶ τοὺς βωμοὺς τοῦ Λιβάνου. καὶ ἔλθῃ ἀκρὶς καὶ βροῦχος πολύς, καὶ καταφάγωσι τὸν κόπον τῆς Συρίας καὶ Καππαδοκίας, καὶ λιμάξει Καππαδοκία. καὶ μετὰ ταῦτα γενήσεται εὐθηνία. τότε γονεῖς τέκνα ἀρνήσονται καὶ τέκνα γονεῖς. ἀδελφὸς ἀδελφὸν παραδώσει εἰς θάνατον. ἀδελφὸς ἀδελφῇ συγκοιμηθήσεται καὶ πατὴρ θυγατρὶ συγγενήσεται, νεώτεροι γραίας λάβωσιν. ἐπίσκοποι φάρμακοι ἔσονται καὶ πρεσβύτεροι πορνεύσουσιν. καὶ αἱματοχυσίαι γενήσονται εἰς τοὺς ναοὺς τῶν ἁγίων στρατιαὶ βδελύξουσιν. καὶ ἔσονται μοιχεῖαι, πορνεῖαι, ἀνδρομανίαι, καὶ τὰ σχήματα αὐτῶν εἰς ἀτιμίαν καλέσουσιν. ἔσονται δὲ πλεονέκται, ἅρπαγες, φιλόχρυσοι, ὑπερήφανοι καὶ ἀλαζόνες. καὶ κατὰ τόπον προβάτων καὶ βοῶν θνῆσις γενήσεται. Θρᾴκη ἐρημωθήσεται ὑπὸ βαρβάρων προδοσίᾳ τῶν Ῥωμαίων καὶ διὰ τὴν πολλὴν αὐτῶν φιλαργυρίαν. καὶ μετὰ ταῦτα ἀναστήσεται Μαρκιανὸς καὶ γενήσονται πόλεμοι. καὶ ἀναστήσεται ἀπὸ Ἀφρικῆς τύραννος ὀνόματι Γιζέριχος καὶ αἰχμαλωτεύσει τὴν Ῥώμην καὶ οὐκ ἀποφθαρῇ ἀπὸ τῶν προμάχων ἕως πληρωθῇ ὁ χρόνος τῆς ζωῆς αὐτοῦ· σταθήσεται δὲ ἡ βασιλεία αὐτοῦ ἔτη τριάκοντα. καὶ ταπεινώσει τὴν Ῥώμην διὰ τὴν πολλὴν αὐτῆς φιλαργυρίαν. καὶ οὐ βασιλεύσει ἡ Ῥώμη ἕως τοῦ καιροῦ τοῦ χρόνου αὐτῆς. Δαλματία καταποντισθήσεται πάνυ, Καμπανία καὶ Καλαβρία αἰχμαλωτισθήσονται.

Ἐν δὲ τῇ ὀγδόῃ γενεᾷ ἀναστήσεται βασιλεὺς θηριώνυμος. ἄρχονται ὠδῖνες τοῦ κόσμου ἐν τοῖς καιροῖς αὐτοῦ, σεισμοί, καταποντισμοὶ πόλεων καὶ χωρῶν, καὶ ἔσονται πόλεμοι καὶ καύσεις πόλεων. Θρᾴκη ἐρημωθήσεται καὶ οὐκ ἔστιν ὁ διοικῶν ἢ ὁ διατάσσων τὴν Ῥωμανίαν. Ταυροκιλικία ὑψώσει τράχηλον, ἀναστήσεται δὲ Σκύλλα, γυνὴ τοῦ θηρίου τοῦ βασιλεύοντος, καὶ γεννήσει δύο κοιλίας, ἐξ ὧν μία ἄρρενα , καὶ καλέσουσι τὸ ὄνομα τοῦ πατρός. καὶ ἔσται καὶ αὐτὸς συγκαθήμενος τῇ θηριωνυμίᾳ τοῦ πατρὸς αὐτοῦ, μίαν ὁμοίωσιν ἐπὶ τῆς γῆς βασιλείας ἔχοντες. ἐν δὲ τῇ βασιλείᾳ αὐτοῦ φαίνεται Ἴσαυρος. καὶ προσκυνεῖται οὗτος ὑπὸ τοῦ πατρός. καὶ τότε εἴπωσιν ἐκεῖνοι λόγον βλασφημίας εἰς τὸν υἱὸν καθὼς ἔστιν. καὶ διὰ τοῦ λόγου αὐτοῦ κατενεχθῇ σφόδρα ἀπὸ τοῦ θρόνου αὐτοῦ ὁ πατὴρ αὐτοῦ, κρατήσει δὲ ἡ ἐξουσία καὶ ἡ δυναστεία τῆς κοιλίας ἔτη πεντήκοντα δύο. καὶ μετὰ ταῦτα γενηθῇ Ἴσαυρος βασιλεὺς καὶ ἔσται μισῶν τοὺς τῆς πόλεως αὐτοῦ καὶ φύγῃ τὴν χώραν αὐτοῦ. καὶ ἀναστήσεται ἄλλος βασιλεύς, οὗτινος τὸ ὄνομά ἐστι τοῦ θηρίου συρτοῦ. Γράφεται δὲ τὸ ὄνομα τοῦ θηρίου ἀπὸ τοῦ δευτέρου γράμματος· ὅ ἐστι Βασιλίσκος. καὶ λαλήσει βλασφημίαν κατὰ τοῦ θεοῦ τοῦ ὑψίστου, καὶ διὰ τὴν βλασφημίαν αὐτοῦ ἀπὸ γυναικὸς χλευασθεὶς κακῶς ἀπολεῖται καὶ αὐτὸς καὶ πᾶσα ἡ συγγένεια αὐτοῦ. καὶ μετὰ ταῦτα ὑποστρέψει Ἴσαυρος εἰς τὴν βασιλείαν αὐτοῦ, πλὴν οὐκ ἔστι διδομένη ἐξ οὐρανοῦ ἡ βασιλεία αὐτοῦ. ἔστι δὲ τὸ ὄνομα αὐτοῦ ἐν γράμμασι Ῥωμαϊκοῖς εἰς τὸ τέλος τοῦ ἀλφαβήτου, γραφόμενον δὲ Γραικῶς ἀπὸ τοῦ ἑβδόμου γράμματος· οὗτινος τὸ ὄνομά ἐστι Γραικολατῖνον. καὶ ἔσται ἡ βασιλεία αὐτοῦ δυνατή, ἀρέσκουσα παντὶ τῷ λαῷ. φιλῶν τοὺς πένητας δυνάστας καὶ πλουσίους ταπεινώσει. καὶ μετὰ ταῦτα ἀναστήσεται ἄλλος βασιλεὺς ἀπὸ δυσμῶν πόλεως Ἐπιδάμνου, ὅ ἐστι Λατίνως Δυρραχίου· τὸ δὲ ὄνομα τοῦ βασιλέως κεκρυμμένον ἐστὶ τοῖς ἔθνεσιν, ὁμοιοῖ δὲ τὸ ὄνομα αὐτοῦ τῇ ἡμέρᾳ τῇ ἐσχάτῃ, γράφεται δὲ ἀπὸ τοῦ γράμματος τοῦ ὀκτωκαιδεκάτου. ὅταν δὲ λάβῃ τὴν βασιλείαν αὐτοῦ, κληθήσεται Ἀναστάσιος. ἔστι δὲ φαλακρός, εὐπρεπής, ὡς ἄργυρος τὸ μέτωπον αὐτοῦ, τὴν δεξιὰν χεῖραν ἔχων μακράν, γενναῖος, φοβερός, μεγαλόψυχος καὶ ἐλεύθερος, μισῶν πάντας τοὺς πτωχούς. πολλοὺς δὲ τοῦ λαοῦ ἀπολέσει δικαίως ἀδίκως καὶ καθελεῖ τοὺς τηροῦντας θεοσέβειαν. καὶ ἀναστήσονται ἐν τοῖς καιροῖς αὐτοῦ οἱ Πέρσαι καὶ καταστρέψουσι τὰς πόλεις τῆς Ἀνατολῆς μετὰ τοῦ πλήθους τῶν στρατιωτῶν τῆς Ῥωμανίας μαχαίρᾳ. καὶ βασιλεύσει ἔτη τριάκοντα ἕν.

Καὶ μετὰ ταῦτα ἔσονται οἱ ἄνθρωποι ἅρπαγες, πλεονέκται, τύραννοι, βάρβαροι, μισομήτορες [τὰς ἰδίας πατρίδας] καὶ τῆς ἀρετῆς καὶ τῆς ἐπιεικείας βαρβάρων σχῆμα ἀναλαβόντες. λῃστεύσουσι τὰς ἰδίας πατρίδας, καὶ οὐκ ἔστιν ὁ ἀντεχόμενος τοῖς ποιήμασι καὶ τοῖς ἔργοις αὐτῶν, ἐργαζόμενοι τὴν γῆν αὐτῶν διὰ τὴν πολλὴν αὐτῶν φιλαργυρίαν. ἐν δὲ τῇ ἐνάτῃ γενεᾷ κολοβωθησόνται τὰ ἔτη ὡσεὶ μῆνες καὶ οἱ μῆνες ὡσεὶ ἑβδομάδες καὶ ἑβδομάδες ὡς ἡμέραι καὶ ἡμέραι ὡσεὶ ὧραι. καὶ ἀναστήσονται δύο βασιλεῖς ἀπὸ Ἀνατολῆς καὶ δύο ἀπὸ Συρίας, καὶ ἔσονται οἱ Ἀσσύριοι ὡς ἡ ἄμμος τῆς θαλάσσης ἀναρίθμητοι καὶ παραλάβωσι πολλὰς χώρας τῆς Ἀνατολῆς ἕως Χαλκηδονίας. καὶ γενήσονται αἱματοχυσίαι πολλαὶ ὥστε γενέσθαι τὸ αἷμα εἰς τὸ στῆθος τῶν ἵππων τοῦ συγκερασθῆναι τὴν θάλασσαν. καὶ αἰχμαλωτεύσουσι καὶ ἐμπυρίσουσι τὰς πόλεις καὶ σκυλεύσουσι τὴν Ἀνατολήν. καὶ μετὰ ταῦτα ἀναστήσεται ἄλλος βασιλεὺς ἀπὸ Ἀνατολῆς, οὗτινος τὸ ὄνομά ἐστι † Ὀλιβός. οὗτος λαμβάνει τοὺς τέσσαρας βασιλεῖς τοὺς πρὸ αὐτοῦ καὶ ἀποκτενεῖ αὐτούς. καὶ δώσει ἀτέλειαν τοῦ μὴ παρασχέσθαι δημόσιον τέλος καὶ ἀνανεώσει πάντας τοὺς λαοὺς τῆς Ἀνατολῆς πάσης καὶ τῆς Παλαιστίνης. καὶ μετὰ ταῦτα ἀναστήσεται ἄλλος βασιλεὺς μορφὴν ἔχων ἠλλοιωμένην καὶ βασιλεύσει ἔτη τριάκοντα καὶ ἀνοικοδομήσει τοὺς βωμοὺς τῆς Αἰγύπτου. καὶ πολεμήσει τὸν βασιλέα τῆς Ἀνατολῆς καὶ θανατώσει αὐτὸν καὶ πᾶσαν τὴν στρατιὰν αὐτοῦ καὶ κρατήσει παῖδας ἀπὸ δώδεκα ἐτῶν. καὶ κρατήσουσιν ἀσπίδας καὶ θηλάσουσι τὰς ἐχούσας τὰ βρέφη καὶ αἱμάσσουσι διὰ τὰ φάρμακα τῶν βελῶν καὶ τὰς ἀνάγκας τῶν πολέμων. οὐαὶ ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζούσαις ἐν ταῖς ἡμέραις ἐκείναις. καὶ γενήσονται αἱ πόλεις τῆς Ἀνατολῆς ὄρη. καὶ σταθήσεται ἀπὸ τοῦ μιαροῦ ἔθνους τῶν Καππαδόκων καὶ συρίσει καὶ εἴπῃ· ἆρά ποτε ὧδε πόλις ἦτο; καὶ μετὰ ταῦτα ἀναστήσεται γυνή· ἀπὸ δυσμῶν ἕως ἀνατολῆς ἡλίου δράμῃ καὶ οὐ μὴ ἴδῃ ἄνθρωπον, καὶ ἐπιθυμήσει ἴχνος ἀνθρώπου καὶ οὐ μὴ εὕρῃ. καὶ εὑροῦσα ἄμπελον καὶ ἐλαίαν εἴπῃ· ἆρα πού ἐστιν ὁ φυτεύσας ταῦτα; καὶ περιπλακεῖσα τοῖς δένδροις τούτοις ἀποδώσει τὸ πνεῦμα· καὶ φάγωσιν αὐτὴν λύκοι. καὶ μετὰ ταῦτα ἀναστήσεται βασιλεὺς ἀπὸ Ἡλίου πόλεως καὶ πολεμήσει τὸν βασιλέα τῆς Ἀνατολῆς καὶ θανατώσει αὐτόν. καὶ δώσει ἀτέλειαν εἰς ὅλας τὰς χώρας ἐπὶ ἔτη τρία καὶ μῆνας ἕξ, καὶ δώσει ἡ γῆ τοὺς καρποὺς αὐτῆς, καὶ οὐκ ἔστιν ὁ ἐσθίων. καὶ ἥξει ὁ ἄρχων τῆς ἀπωλείας ἠλλοιωμένος καὶ πατάξει καὶ θανατώσει αὐτόν. καὶ ποιήσει σημεῖα καὶ τέρατα ἐπὶ τῆς γῆς. τὸν ἥλιον ἐπιστρέψει εἰς σκότος καὶ τὴν σελήνην εἰς αἷμα. καὶ μετὰ ταῦτα αἱ πηγαὶ καὶ οἱ ποταμοὶ ξηρανθήσονται, καὶ ὁ Νεῖλος Αἰγύπτου εἰς αἷμα μεταστραφήσεται. καὶ ὀρύξουσι λάκκους οἱ περιλειφθέντες ἄνθρωποι ζητοῦντες ὕδωρ ζωῆς καὶ οὐχ εὑρήσουσιν. καὶ τότε φανήσονται δύο ἄνδρες, οἵτινες οὐκ ἔγνωσαν πεῖραν θανάτου, Ἐνὼχ καὶ Ἠλίας, καὶ πολεμήσουσι τὸν ἄρχοντα τῆς ἀπωλείας. καὶ εἴπῃ· ἤγγικεν ὁ καιρός μου, καὶ θυμωθεὶς θανατώσει αὐτούς. καὶ τότε ὁ ἐπὶ ξύλου σταυρωθεὶς ἥξει ἐξ οὐρανῶν ὡς φωστὴρ μέγας καὶ ἀστράπτων καὶ ἀναστήσει τοὺς δύο ἄνδρας ἐκείνους. καὶ πολεμήσει ὁ ἐπὶ σταυροῦ κρεμασθεὶς τὸν υἱὸν τῆς ἀπωλείας καὶ θανατώσει αὐτὸν καὶ πᾶσαν τὴν στρατιὰν αὐτοῦ. τότε καήσεται ἡ γῆ τῆς Αἰγύπτου πήχεις δώδεκα, καὶ ἡ γῆ βοήσει πρὸς τὸν θεόν· κύριε, παρθένος εἰμί. καὶ πάλιν καήσεται ἡ γῆ τῆς Ἰουδαίας πήχεις ὀκτωκαίδεκα, καὶ ἡ γῆ βοήσει πρὸς τὸν θεόν· κύριε, παρθένος εἰμί. καὶ τότε ἥξει ὁ υἱὸς τοῦ θεοῦ μετὰ δυνάμεως καὶ δόξης πολλῆς εἰς τὸ κρῖναι τὰς ἐννέα γενεάς. καὶ τότε βασιλεύσει ὁ Χριστός, ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος, μετὰ τῶν ἁγίων ἀγγέλων αὐτοῦ. ἀμήν, γένοιτο, ἀμήν.’

ORACULA TIBURTINA

A.D. 6

P.J. Alexander, The oracle of Baalbek. The Tiburtine Sibyl in Greek dress [Dumbarton Oaks Studies 10. Washington, D.C.: Dumbarton Oaks, 1967]: 9-22.

Advertisements

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Google+

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Google+. Αποσύνδεση / Αλλαγή )

Σύνδεση με %s

Αρέσει σε %d bloggers: